[ ]
Att. — Athens: Agora — ca. 175/4 BC — Ag.15.199 [SEG 16.89] + 175 — Tracy, Cutters (1990) 86-87
See also:
1 | [ἐπὶ] Σωνίκου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος δευτέρα[ς πρυτανείας ἧι Παυσα]- |
[νία]ς Βιοτέλου Περιθοίδης ἐγραμμάτευεν· Μεταγειτ[νιῶνος δεκάτει ὑστέραι], | |
[ὀγδ]ό̣ει καὶ δεκάτει τῆς πρυτανείας· ἐ̣κ̣κλησία ἐμ Πειρα[ιεῖ· τῶν προέδρων ἐπε]- | |
[ψή]φιζεν Ἀντιχάρης Ἐπιζήλου Ἀγγελῆθεν καὶ συμπρό[εδροι· vv ἔδοξεν τῶι] | |
5 | [δ]ήμωι v Ὀ̣νήσανδρος Ὀνήτορος Κυδα̣θηναιεὺς εἶπεν· ὑπὲρ [ὧν ἀπαγγέλλουσιν] |
οἱ πρυτάνεις τῆς Κεκροπίδος ὑπ̣ὲ̣ρ τῶν θυσιῶν ὧν ἔθυον τ[ὰ πρὸ τῶν ἐκκλησι]- | |
ῶν τῶι τε Ἀπόλλωνι τῶι Προστ[α]τηρίωι καὶ τεῖ Ἀρτέμιδι τε[ῖ Βουλαίαι καὶ τεῖ] | |
[Φ]ωσφόρωι καὶ τοῖς ἄλλοις θε[οῖ]ς οἷς πάτριον ἦν· ἀγαθεῖ τύχ[ει δεδόχθαι] τῶ[ι] | |
[δή]μωι τὰ μὲν ἀγαθὰ δέχε̣[σθ]αι τὰ γεγονότα ἐν τοῖς ἱε[ροῖς οἷς] ἔθυον ἐ[φ’] | |
10 | [ὑγιεία]ι καὶ σωτηρίαι τῆ[ς β]ο̣υλῆς καὶ τοῦ δήμου κ[αὶ τῶν σ]υ̣μμάχων vv |
[ἐπειδὴ] δ̣ὲ οἱ πρυτάνε[ις τ]άς τε θυσίας ἔθυσαν ἁ[πάσας ὅ]σ̣αι καθῆκον ἐν | |
[τεῖ πρυτ]ανείαι καλῶ[ς καὶ] φιλοτίμως, ἐπεμελήθη̣[σαν δ]ὲ καὶ τῆς συλλο- | |
[γῆς τῆς τε βο]υλ[ῆς καὶ τοῦ] δήμου καὶ τῶν ἄλλω̣[ν ἁπάντων ὧν α]ὐτοῖς προσέτατ- | |
[τον οἵ τε νόμοι καὶ τὰ ψηφίσμ]ατα τοῦ δήμου· [ἐπαινέ]σ̣αι τοὺς πρυτάνε[ις] | |
15 | [τῆς Κεκροπίδος καὶ στεφανῶ]σαι αὐτοὺς [χρυσῶι σ]τεφάνωι κατὰ τὸ[ν] |
[νόμον εὐσεβείας ἕνεκεν τῆς] πρὸς τοὺ[ς θεοὺς καὶ φ]ιλοτιμίας τῆς εἰς | |
[τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθ]ηναίων̣· [ἀναγράψαι δ]ὲ τόδε τὸ ψήφισμα | |
[τὸν γραμματέα τὸν κατὰ πρυτ]α̣[ν]ε̣[ίαν ἐν στήλει λιθίν]ει καὶ στῆσαι vv | |
[ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης] κ̣[αὶ] τὴν ἀνάθε- | |
20 | [σιν μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα]. {²vac.}² |