[ ] Att. — Aixone (Glyphada) — 313/2 BC — MDAI(A) 66.1941.218,1
1                       θεοί
[Γ]λαυκίδης Σωσί[ππ]ου εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ Αὐτ[έα]-
ς̣ Αὐτοκλέους καὶ Φιλοξενίδης Φιλίππου καλῶς [κα]-
[ὶ] φιλοτίμως ἐχορήγησαν· δεδόχθαι τοῖς δημότ[α]-
5 ις· στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι ἑκάτε-
ρον ἀπὸ ἑκατὸν δραχμῶν ἐν τῶι θεάτρωι τοῖς κω-
μωιδοῖς τοῖς μετὰ Θεόφραστο̣ν ἄρχοντα ὅπως ἂν
[φ]ιλοτιμῶνται καὶ οἱ ἄλλοι χορηγοὶ οἱ μέλλοντες
[χ]ορηγεῖν· δοῦναι δὲ αὐτοῖς καὶ εἰς θυσίαν δέκα δ-
10 ραχμὰς τὸν δήμαρχον Ἡγησίλεων καὶ τοὺς ταμί-
ας· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ταμία-
ς ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι θεάτρωι ὅπως
ἂν Αἰξωνεῖς ἀεὶ ὡς κάλλιστα <τὰ> Δ̣ιονύσια ποιῶσιν.
Search Help
Contact Us