[ ] Att. — Athens — ca. 250 AD?
1 βωρφωρβαβαρφορβα[ρ]βαρφορβαβ[αρφο]ρβαβαιη κραταιὲ Β[επτυ, πα]-
ραδίδωμί σοι Λεοσθένην καὶ Πε̣[ῖον] τοὺς προσερχομέν[ους Ἰουλι]-
ανῇ, ᾗ ἔτεκεν Μαρκία, ἵνα κ[α]ταψύξῃς αὐτοὺς κα[ὶ τὴν γνώ]-
μην, ὅπως μὴ δυνηθῶσιν ὁμ̣[ο]ῦ λαλῆσαι, μὴ περιπα[τῆσαι],
5 μὴ ἰς τὸ ἐργαστήριν τὸ Ἰουλιανῆς δυνηθοῖσιν καθ[ίζειν]
ἢ προσπένψαι Ἰουλιανῇ Λεοσθένης ἢ Πεῖος, καὶ ἰς τ̣ὸν [ζ]ο-
φώδη σου ἀέρα καὶ τοὺς προσπενπομένους. δῇς ἰς τὸν
τῆς λήθης ἀφώτιστον ἀέρα καὶ καταψύξῃς καὶ μὴ
ἀφῇς ὁμειλῆσαι Πρόκ{ροκ}λο<ν>(?) {²⁶Πρόκλον}²⁶ καὶ Λεοσθένην καὶ Πεῖον. Μον-
10 ζουνη Αλχεινη Περπερθαρων̣α Ιαια, παραδίδωμί σοι Λεοσθέ-
νην καὶ Πεῖον. κραταιὲ Τυφῶν Κολχλο Ποντονον Σηθ
[Σ]αθαωχ Εα, ἄναξ Απομξ [Φ]ριουριγξ ἐπὶ ἀφανίσει καὶ ψύξι, Κολχοι-
χειλωψ, ψυγήτω Λεοσθέ[νης] καὶ Πεῖος, ὅπως μὴ δύνων-
ται λαλῆσαι Ἰουλιανῇ. ὡ[ς τα]ῦτα τὰ ὀνόματα ψύχεται, οὕτως
15 καὶ Λεοσθένου καὶ Πείου [ψυχ]έσθω τὰ ὀνόματα ἐπὶ Ἰου-
λιανῇ καὶ ἡ ψυχή, ἡ ὀργή, ἡ [ἐπισ]τήμη, ἡ ὀργή, ἡ ἐπιπομπή, ὁ νοῦς,
ἡ ἐπιστήμη, ὁ λογισμός. ἔσ[τω]σαν κωφοί, ἄλαλοι, ἄνοες, ἀ-
κέραιοι, μηδὲν ἀκούουσα [Ἰου]λιανὴ περὶ Λεοσθένου ἢ Πεί-
ου, μήτε ὀργιζόμενοι μ[ήτ]ε λέγοντες πρὸς Ἰουλιανήν.
Search Help