[ ] Att. — Athens — ca. 250 AD?
1 βωρφορβαβαρβ[ο]ρ[β]αβ̣α[ρφο]ρβαβορβορβαιη κραταιὲ Βετπυτ,
παραδίδωμί σοι Εὐτυχιανόν, ὃν ἔτεκεν Εὐτυχία, [ἵ]να κατα-
ψύξῃς αὐτὸν καὶ τὴν γνώμην, καὶ ἰς̣ τ[ὸν] ζοφώ-
δη σου ἀέρα καὶ τ[ο]ὺς σὺν αὐτῷ. δῇς ἰς̣ τὸν τῆς λήθης
5 ἀφώτιστον αἰῶνα καὶ καταψύξῃς καὶ ἀπολέσῃς
καὶ τὴν πάλην, ἣν μέλλει παλαίειν ἐν τῷ ΔΗ̣-
[․1-2․]Ε̣Ι̣ ἐν τῇ μελλούσῃ παρασκευῇ. ἐὰν δὲ κα[ὶ]
παλαίῃ, ἵνα ἐκπέσῃ καὶ ἀσχημονήσῃ, Μοζο[υ]-
νη Αλχεινη Πε[ρ]περθαρω̣να Ιαια̣, παραδίδω[μί]
10 [σοι] Εὐτυχιανόν, ὃν ἔ̣τεκεν Εὐτυχία. κρα-
[ταιὲ] Τυφῶν Κολχλοι Τοντονον Σηθ Σαθ[αωχ]
Εα, ἄναξ Απομξ Φριουριγξ ἐπὶ ἀφανίσει καὶ ψ[ύξι]
Εὐτυχιανοῦ, οὗ ἔτεκεν Εὐτυχία. Κολχοιχ[ειλ]ω̣ψ, [ψυ]-
γήτ[ω] Ε[ὐ]τυχιανὸς καὶ μὴ εὐτονείτ]
15 [ἐν] τῇ μελλούσῃ παρασκιυῇ, ἀλλὰ γενέ[σθω]
ἔγλυτος.  ὡς ταῦτα τὰ ὀνόματα ψύ̣[χε]-
τα<ι>, οὕτω ψυχέσθω Εὐτυχιανός, ὃν [ἔ]-
τεκεν Εὐτυχία, ὃν ἀπολύει Αἰθάλης.
Search Help
Contact Us