[ ] Att. — Marathon — ca. 150 AD
— — — — — — — — — — — — — — — — — — — —
1 [πρὸς θεῶν καὶ ἡρώων,  ὅστις εἰ ὁ ἔ]-
[χων τὸν χῶρον, μήποτε μετακεινήσῃς]
τούτων τι καὶ τὰς τούτων τῶν ἀγαλμά-
των εἰκόνας καὶ τιμάς, ὅστις 〚— — — —〛
5 [ἢ] καθέλοι ἢ μετακεινοίη, τούτων {²⁷τούτῳ Ameling}²⁷ μήτε
[γῆν] καρπὸν φέρειν μήτε θάλασσαν
[πλ]ωτ̣ὴν εἶναι, κακῶς τε ἀπολέσθαι αὐ-
[τ]ὸν καὶ [γ]ένος· ὅστι̣ς δὲ κατὰ χώραν
φυλάττοι καὶ τιμ[ῶν τ]ὰ εἰωθότα [— — —]
10 καὶ αὔξων διαμένοι πο[λλὰ καὶ ἀγ]α-
θὰ εἶναι τούτων καὶ αὐτῷ Α[— — —] {²⁷καὶ [γένει· μὴ] Ameling}²⁷
λυμήνασθαι δὲ μηδὲ λωβήσασθαι
μηδὲν ἢ ἀποκροῦσαι ἢ συνθραῦσαι
ἢ συνχέαι τῆς μορφῆς καὶ τοῦ σχή-
15 ματος· εἰ δέ τις οὕτως ποιήσει, [ἡ αὐτὴ]
καὶ ἐπὶ τούτοις ἀρά.  ἀλλ’ ἐᾶν τά
τε ἐπιθήματα τῶν μορφῶν ἀσι-
νῆ καὶ ἀκέραια καὶ τὰ ὑποστήματα,
τὰς βάσεις ὡς ἐποιήθησαν.
Search Help
Contact Us