[ ]
Att. — Marathon — ca. 150 AD
| — — — — — — — — — — — — — — — — — — — — | |
| 1 | [πρὸς θεῶν καὶ ἡρώων, ὅστις εἰ ὁ ἔ]- |
| [χων τὸν χῶρον, μήποτε μετακεινήσῃς] | |
| τούτων τι καὶ τὰς τούτων τῶν ἀγαλμά- | |
| των εἰκόνας καὶ τιμάς, ὅστις 〚— — — —〛 | |
| 5 | [ἢ] καθέλοι ἢ μετακεινοίη, τούτων {²⁷τούτῳ Ameling}²⁷ μήτε |
| [γῆν] καρπὸν φέρειν μήτε θάλασσαν | |
| [πλ]ωτ̣ὴν εἶναι, κακῶς τε ἀπολέσθαι αὐ- | |
| [τ]ὸν καὶ [γ]ένος· ὅστι̣ς δὲ κατὰ χώραν | |
| φυλάττοι καὶ τιμ[ῶν τ]ὰ εἰωθότα [— — —] | |
| 10 | καὶ αὔξων διαμένοι πο[λλὰ καὶ ἀγ]α- |
| θὰ εἶναι τούτων καὶ αὐτῷ Α[— — —] {²⁷καὶ [γένει· μὴ] Ameling}²⁷ | |
| λυμήνασθαι δὲ μηδὲ λωβήσασθαι | |
| μηδὲν ἢ ἀποκροῦσαι ἢ συνθραῦσαι | |
| ἢ συνχέαι τῆς μορφῆς καὶ τοῦ σχή- | |
| 15 | ματος· εἰ δέ τις οὕτως ποιήσει, [ἡ αὐτὴ] |
| καὶ ἐπὶ τούτοις ἀρά. ἀλλ’ ἐᾶν τά | |
| τε ἐπιθήματα τῶν μορφῶν ἀσι- | |
| νῆ καὶ ἀκέραια καὶ τὰ ὑποστήματα, | |
| τὰς βάσεις ὡς ἐποιήθησαν. |