[ ]
Att. — Loutsa — stoich. 21 — 350-300 BC
1 | θεοί. |
Πειθίας εἶπεν· ἐπειδὴ Φιλ- | |
όξενος καλῶς καὶ φιλοτίμ- | |
ως τοῖς τε πυρριχισταῖς ἐ- | |
5 | χορήγησεν καὶ τὰς ἄλλας λ- |
ειτουργίας ἁπάσας τὰς ἐν | |
τῶι δήμωι καλῶς καὶ φιλοτ- | |
ίμως λελειτούργηκεν, δε[δ]- | |
όχθαι Ἁλαιεῦσιν ἐπαινέ[σ]- | |
10 | αι Φιλόξενον Φρασικλέου- |
ς καὶ στεφανῶσαι χρυσῶι σ- | |
τεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν, καὶ | |
δοῦναι αὐτῶι τοὺς ταμίας | |
εἰς θυσίαν ∶ 𐅃 ∶ δραχμάς. Ἀνει- | |
15 | πεῖν δὲ τὸν κήρυ̣κα Ταυροπ- |
ολίων τῶι ἀγῶνι, ὅτι ὁ δῆμο- | |
ς ὁ Ἁλαιέων στεφανοῖ Φιλό- | |
ξενον Φρασικλέους̣ δικαι- | |
οσύνης ἕνεκα καὶ φιλ̣οτιμ- | |
20 | ίας τῆς περὶ τὸν δῆμον τὸν |
Ἁλαιέων. εἶναι δὲ καὶ προε- | |
δρίαν αὐτῶι ἐν τοῖς ἀγῶσ̣ι- | |
ν ἅπασιν, οἷς ἂν ποιῶσιν Ἁ̣λ̣- | |
αιῆς, καὶ τὸν κήρυκα καλεῖ- | |
25 | ν εἰς τὴν προεδρίαν αὐτόν. |
ἀναγράψαι δ̣ὲ τόδε τὸ ψήφι- | |
σμα τὸν δήμα̣ρχον εἰστήλη- | |
ν λιθίνην, καὶ στῆσαι ἐν τῶ- | |
ι ἱερῶι τῆς Ἀρτέμιδος. εἰς | |
30 | δὲ τὴν ἀναγραφὴν τῆς στήλ- |
ης δοῦναι τὸν ταμίαν τῶν θ- | |
[ε]ίων ∶ ΔΔ ∶ [δ]ραχμὰς καὶ λογίσ- | |
ασθαι τοῖς δημόταις — — — |