[ ] Att. — Paiania (Liopesi)? — ca. 121/2 AD
1 ἀγαθῇ τύχῃ. ἐπὶ Τίτου Φλαβίου Κόνωνος ἄρχοντο-
ς καὶ ἱερέως Δρούσου ὑπάτου, Μουνιχιῶνος ὀκτὼ
καὶ δεκάτῃ· ἔδοξεν τῷ ἀρχερανιστῇ 〚Μάρκῳ〛 Αἰμιλίῳ
Εὐχαρίστῳ Παιανιεῖ συνόδου τῆς τῶν Ἡρακλιαστῶν τῶν
5 ἐν Λίμναις )( τάδε δοκματίσαι· ἐάν τις ἐν τῇ συνόδῳ
μάχην ποιήσῃ, τῇ ἐχομένῃ ἡμέρᾳ ἀποτινέτω προστείμ-
ου ὁ μὲν ἀρξάμενος δραχμὰς δέκα )( ὁ δὲ ἐξακολουθ-
ήσας δραχμὰς πέντε )( καὶ ἐξάνανκα πραττέσθω τῶν σ̣-
[υ]νερανιστῶν ψῆφον λαβόντων ἐκβιβάσαι )( τῆς δὲ ἐνθήκ-
10 ης τῆς τεθείσης ὑπὸ τοῦ ἀρχερανιστοῦ καὶ ὅση ἂν ἄλλη ἐν-
θήκη ἐπισυναχθῇ, ταύτης μηθεὶς κατὰ μηδένα τρόπον ἁπτ-
[έ]σθω π̣λείω τοῦ τόκου τοῦ πεσομένου )( μὴ πλέω δὲ δαπανάτ-
[ω] ὁ ταμίας δραχμῶν 〚τʹ· ἔδοξε〛 ἐκ τοῦ τόκου )( ἐὰν δὲ τι πλείων-
[ο]ς ἅψηται ἢ ἐκ τῆς ἐνθήκης )( ἢ ἐκ τοῦ τόκου ἀποτεινέτω προσ-
15 [τ]είμου τὸ τριπλοῦν· ὁμοίως δὲ καὶ ἂν ταμιεύσας τις ἐπιδειχθῇ
[ν]ενοσφισμένος )( ἀποτινέτω τὸ τριπλοῦν. περὶ δὲ ἱερεωσυν-
[ῶ]ν ὧν ἄν τις ἀγοράσῃ παραχρῆμα κατατιθέστω )( ἐν τῷ ἐχ-
[ο]μένῳ ἐνιαυτῷ )( αὐτῷ τῷ ἀρχερανιστῇ, καὶ λανβανέτω πρόσ-
[γ]ραφον παρὰ τοῦ ἀρχερανιστοῦ, λαμβάνων δὲ ἐξ ἔθους τὰ διπλᾶ
20 [μ]έρη ἐκτὸς τοῦ οἴ̣νου· οἱ δὲ ἐργολαβήσαντες ὑϊκὸν ἢ οἰνικὸν μ-
[ὴ] ἀποκαταστήσαντες ἐν ᾧ )( δειπν〚οῦ〛σιν ἐνιαυτῷ ἀποτινέτω-
σαν τὸ διπλοῦν. οἱ δὲ ἐργολαβοῦντες ἐνγυητὰς εὐαρέστους
παρατιθέτωσαν τῷ ταμίᾳ καὶ τῷ ἀρχερανιστῇ. καταστάνεσθαι δὲ γʹ
〚παννυχιστὰς〛 τοὺς δυναμένους· ἐὰν δὲ μὴ θέλωσιν τότε ἐκ πάντ-
25 ων κληρούσθωσαν καὶ ὁ λαχὼν ὑπομενέτω· ἐὰν δὲ μὴ ὑπομένῃ ἢ
μὴ θέλῃ παννυχιστὴς εἶναι λαχὼν ἀποτινέτω προστείμου δραχμὰς ἑκ-
ατόν )( καταστάνεσθ{ωσαν}αι {²⁶καταστάνεσθαι}²⁶ δὲ ἐπάνανκες ἐκ τῆς συνόδου πράκ-
τορες δέκα )( ἐὰν δέ τινες μὴ θέλωσιν πράκτορες ὑπομένειν κληρούσθω-
σαν ἐκ τοῦ πλήθους δέκα )( ὁμοίως δὲ καὶ ἐὰν ὁ ταμίας ἀποδιδοῖ λόγον ἀγ-
30 ορᾶς γενομένης καταστάνεσθαι ἐγλογιστὰς τρεῖς καὶ τοὺς ἐγλογιστὰς
ὀμνύειν αὐτόν τε τὸν Ἡρακλῆν καὶ Δήμητρα κα[ὶ] Κόρην )( κληροῦσθαι δὲ τῆς ἡμέρ-
ας ἑκάστης ἐπὶ τὰ κρέα ἀνθρώπους δύω )( ὁμοίως καὶ ἐπὶ τοὺς σ〚τρε〛πτού-
ς ἀνθρώπους δύω )( ἐὰν δέ τις τῶν πεπιστευμένων εὑρεθῇ ῥυπαρόν τ-
[ι] πεποιηκὼς ἀποτινέτω δραχμὰς εἴκοσι )( αἱρείσθω δὲ ὁ ἀρχερανιστὴς
35 οὓς ἂν βούληται ἐκ τῆς συνόδου 〚εἰς τὸ συνεγ〛δανίσαι τὴν ἐνθήκην μετ’ αὐτοῦ
ἀνθρώπους γʹ. διδότωσαν δὲ τὴν σιμίδαλιν πάντες τῇ δ̣ημοσίᾳ χοίνικι [․ʹ].
ἐγδιδόσθαι δὲ καθ’ ἕκαστον ἐνιαυτὸν ὑπὸ τοῦ ταμ[ίο]υ θῦμα τῷ θεῷ,
κάπρον μν κ</ ἐὰν δέ τις τῶν ἐκ τοῦ ἐράνου τέκνον [τ]ί̣σι̣ θέλῃ ἰσάγιν
διδότω ὑϊκοῦ μν ιϛ<ʹ, ἐὰν δέ τις ἐμβῆναι θέλῃ διδότω ὑϊκοῦ μν λγʹ
40 καταβάλλεσθαι δὲ τὸν λόγον ὅταν οἱ ἐγλογισταὶ ὀμόσαντε[ς]
ἀποδῶσι τῷ ἀρχερανιστῇ τὸν λόγον καὶ ἐπιδίξωσι εἴ τι ὀφίλι ὁ
ταμίας. ξύλα δὲ ἐγδιδόσθαι ὑπὸ τοῦ καθ’ ἔτος ταμίου  τὰς δὲ φορὰς
καταφέριν τῷ ταμίᾳ ἐπάναγκες ἰς τὰς ἐγδόσις· ὁ δὲ μὴ κατενένκας
ἀποτινέτω τὸ διπλοῦν  ὁ δὲ μὴ δοὺς τὸ κάθολον ἐξέρανος
45 ἔστω· μὴ ἐξέστω δὲ τῶν ἐν τῶ ἄλσι ξύλων ἅπτεσθαι  στέφα-
[νο]ν δὲ φέριν τῷ θεῷ ἕκαστον.
Search Help