[ ]
Att. — Paiania (Liopesi)? — ca. 121/2 AD
1 | ἀγαθῇ τύχῃ. ἐπὶ Τίτου Φλαβίου Κόνωνος ἄρχοντο- |
ς καὶ ἱερέως Δρούσου ὑπάτου, Μουνιχιῶνος ὀκτὼ | |
καὶ δεκάτῃ· ἔδοξεν τῷ ἀρχερανιστῇ 〚Μάρκῳ〛 Αἰμιλίῳ | |
Εὐχαρίστῳ Παιανιεῖ συνόδου τῆς τῶν Ἡρακλιαστῶν τῶν | |
5 | ἐν Λίμναις )( τάδε δοκματίσαι· ἐάν τις ἐν τῇ συνόδῳ |
μάχην ποιήσῃ, τῇ ἐχομένῃ ἡμέρᾳ ἀποτινέτω προστείμ- | |
ου ὁ μὲν ἀρξάμενος δραχμὰς δέκα )( ὁ δὲ ἐξακολουθ- | |
ήσας δραχμὰς πέντε )( καὶ ἐξάνανκα πραττέσθω τῶν σ̣- | |
[υ]νερανιστῶν ψῆφον λαβόντων ἐκβιβάσαι )( τῆς δὲ ἐνθήκ- | |
10 | ης τῆς τεθείσης ὑπὸ τοῦ ἀρχερανιστοῦ καὶ ὅση ἂν ἄλλη ἐν- |
θήκη ἐπισυναχθῇ, ταύτης μηθεὶς κατὰ μηδένα τρόπον ἁπτ- | |
[έ]σθω π̣λείω τοῦ τόκου τοῦ πεσομένου )( μὴ πλέω δὲ δαπανάτ- | |
[ω] ὁ ταμίας δραχμῶν 〚τʹ· ἔδοξε〛 ἐκ τοῦ τόκου )( ἐὰν δὲ τι πλείων- | |
[ο]ς ἅψηται ἢ ἐκ τῆς ἐνθήκης )( ἢ ἐκ τοῦ τόκου ἀποτεινέτω προσ- | |
15 | [τ]είμου τὸ τριπλοῦν· ὁμοίως δὲ καὶ ἂν ταμιεύσας τις ἐπιδειχθῇ |
[ν]ενοσφισμένος )( ἀποτινέτω τὸ τριπλοῦν. περὶ δὲ ἱερεωσυν- | |
[ῶ]ν ὧν ἄν τις ἀγοράσῃ παραχρῆμα κατατιθέστω )( ἐν τῷ ἐχ- | |
[ο]μένῳ ἐνιαυτῷ )( αὐτῷ τῷ ἀρχερανιστῇ, καὶ λανβανέτω πρόσ- | |
[γ]ραφον παρὰ τοῦ ἀρχερανιστοῦ, λαμβάνων δὲ ἐξ ἔθους τὰ διπλᾶ | |
20 | [μ]έρη ἐκτὸς τοῦ οἴ̣νου· οἱ δὲ ἐργολαβήσαντες ὑϊκὸν ἢ οἰνικὸν μ- |
[ὴ] ἀποκαταστήσαντες ἐν ᾧ )( δειπν〚οῦ〛σιν ἐνιαυτῷ ἀποτινέτω- | |
σαν τὸ διπλοῦν. οἱ δὲ ἐργολαβοῦντες ἐνγυητὰς εὐαρέστους | |
παρατιθέτωσαν τῷ ταμίᾳ καὶ τῷ ἀρχερανιστῇ. καταστάνεσθαι δὲ γʹ | |
〚παννυχιστὰς〛 τοὺς δυναμένους· ἐὰν δὲ μὴ θέλωσιν τότε ἐκ πάντ- | |
25 | ων κληρούσθωσαν καὶ ὁ λαχὼν ὑπομενέτω· ἐὰν δὲ μὴ ὑπομένῃ ἢ |
μὴ θέλῃ παννυχιστὴς εἶναι λαχὼν ἀποτινέτω προστείμου δραχμὰς ἑκ- | |
ατόν )( καταστάνεσθ{ωσαν}αι {²⁶καταστάνεσθαι}²⁶ δὲ ἐπάνανκες ἐκ τῆς συνόδου πράκ- | |
τορες δέκα )( ἐὰν δέ τινες μὴ θέλωσιν πράκτορες ὑπομένειν κληρούσθω- | |
σαν ἐκ τοῦ πλήθους δέκα )( ὁμοίως δὲ καὶ ἐὰν ὁ ταμίας ἀποδιδοῖ λόγον ἀγ- | |
30 | ορᾶς γενομένης καταστάνεσθαι ἐγλογιστὰς τρεῖς καὶ τοὺς ἐγλογιστὰς |
ὀμνύειν αὐτόν τε τὸν Ἡρακλῆν καὶ Δήμητρα κα[ὶ] Κόρην )( κληροῦσθαι δὲ τῆς ἡμέρ- | |
ας ἑκάστης ἐπὶ τὰ κρέα ἀνθρώπους δύω )( ὁμοίως καὶ ἐπὶ τοὺς σ〚τρε〛πτού- | |
ς ἀνθρώπους δύω )( ἐὰν δέ τις τῶν πεπιστευμένων εὑρεθῇ ῥυπαρόν τ- | |
[ι] πεποιηκὼς ἀποτινέτω δραχμὰς εἴκοσι )( αἱρείσθω δὲ ὁ ἀρχερανιστὴς | |
35 | οὓς ἂν βούληται ἐκ τῆς συνόδου 〚εἰς τὸ συνεγ〛δανίσαι τὴν ἐνθήκην μετ’ αὐτοῦ |
ἀνθρώπους γʹ. διδότωσαν δὲ τὴν σιμίδαλιν πάντες τῇ δ̣ημοσίᾳ χοίνικι [․ʹ]. | |
ἐγδιδόσθαι δὲ καθ’ ἕκαστον ἐνιαυτὸν ὑπὸ τοῦ ταμ[ίο]υ θῦμα τῷ θεῷ, | |
κάπρον μν κ</ ἐὰν δέ τις τῶν ἐκ τοῦ ἐράνου τέκνον [τ]ί̣σι̣ θέλῃ ἰσάγιν | |
διδότω ὑϊκοῦ μν ιϛ<ʹ, ἐὰν δέ τις ἐμβῆναι θέλῃ διδότω ὑϊκοῦ μν λγʹ | |
40 | καταβάλλεσθαι δὲ τὸν λόγον ὅταν οἱ ἐγλογισταὶ ὀμόσαντε[ς] |
ἀποδῶσι τῷ ἀρχερανιστῇ τὸν λόγον καὶ ἐπιδίξωσι εἴ τι ὀφίλι ὁ | |
ταμίας. ξύλα δὲ ἐγδιδόσθαι ὑπὸ τοῦ καθ’ ἔτος ταμίου τὰς δὲ φορὰς | |
καταφέριν τῷ ταμίᾳ ἐπάναγκες ἰς τὰς ἐγδόσις· ὁ δὲ μὴ κατενένκας | |
ἀποτινέτω τὸ διπλοῦν ὁ δὲ μὴ δοὺς τὸ κάθολον ἐξέρανος | |
45 | ἔστω· μὴ ἐξέστω δὲ τῶν ἐν τῶ ἄλσι ξύλων ἅπτεσθαι στέφα- |
[νο]ν δὲ φέριν τῷ θεῷ ἕκαστον. |