[ ] Att. — Ampelokipi — 3rd c. AD
1 [πρὶν κακότητ’ ἐν]όησας, ἔτλης τὸ πα[νύστατον ἄλγος]·
[σὸς δὲ πατὴρ] π̣αρὰ τύμβον ἀμειδέα τ[ήκεται οἴκτῳ],
[λυσαμένη δὲ] κόμην ἅμα δάκρυσι μ[υρία μήτηρ]
[τίλλει ὑπὲρ] κ̣εφαλῆς πολιὴν ἐπὶ σή[ματι τῷδε].
5
[ἐν μνήμαις] Ὑγετῖος ἀεὶ ζώει με[τὰ μοῖραν],
[ὃς βιότου με]τ’ ἄεθλα, πολὺν μετ’ ἀθῶο[ν ἀγῶνα]
[κεῖται ὑπὸ σ]π̣ιλάδων προλιπὼν βροτὸ[ν ἐνθάδε σῶμα].
[ἦ μὴν ἦσθ’, Ὑγε]τῖε, θεῶν τέκος· ἦ γὰρ [Ὄλυμπον]
[ἔρχοντ]α̣ι πατέρων υἱέες ἐκ μ[ακάρων]·
10 [ὥς γ’ οὖν θη]ρ̣οφ<ο>νῆα θεὸν μετόπισ[θε νόμιζον],
[καὶ σὺ θεὸς] βιοτῆς εἵνεκεν εὐα̣[γέος].
Search Help
Contact Us