[ ] Att. — aft. 130 AD — IG II² 3117 + frg.
See also:
IG II(2) 3117+ (Peek):
1 ἦμαρ ἀγητὸ]ν ἔην, ὅτ]ε Διογέ[νης ἐχορήγει],
   ἐν θυμ[έλαισι δ’] ἅπας πεί[ρατ’ ἔδειξε τέχνης]
ἠιθέου [τελετῆι] θεοειδέος Ἀ[ντιν]όο[ιο]·
[τοὺς θηεῖτο δ]ὲ πᾶς δῆμος [ὁ] Κεκροπ[ιδῶν],
5 [ἡδυβόην ὡς Ἱασγ]όρης χορὸν ἡνιόχευ[εν]
[καὶ τοῖς μέλψα]σιν ῥυθμὸν ἐπῆγε Γρύ[πων].
[εὖτε δὲ νίκη ἐπῆλθ’] εὐάγγελος, ἕσπετο κῦ[δος]
[οἷσιν ἐπώνυμος ἦν Ἄττ]αλος ἠδ’ Ἀκάμας.
[σὺν δ’ ἔτι τοῖσδε χορὸς Π]τολεμάιος Ἁδρια[νοῦ τε]
10 [ἐστέφθη· τῶν νῦν τῆιδ]ε βέβηκα γέρας.
[ἄρχων δ’ ἦν ⏑⏑– ὃς δ’] ἀγλαΐηι τόδ’ ἔτευξεν
[Τίμων? καλλικόμους] οὐκ ἔλαθεν Χάρι[τας].
Search Help
Contact Us