SEG 30:93
[ ] Att. — Eleusis — 20/19 BC
See also:
1 ἀγαθῆι τύχηι τῆς βουλῆς καὶ̣ τ̣[οῦ δήμο]υ τοῦ Ἀθ̣[ηναίων ἐ]-
πὶ Ἀπολήξιδος ἄρχοντος ἐπ[ὶ] τῆς Π̣[α]νδιονίδο[ς ἐνάτης πρυ]-
τανείας ἧι Μητροφάνης Διονυσίου Ἀθμονεὺς ἐγ̣[γραμμάτευ]-
εν· Ἀνθεστηριῶνος δεκάτηι ὑστέραι, πρώτηι τῆς πρ̣[υτανεί]-
5 ας, ἐ̣κκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπ̣[εψήφι]-
ζεν Μηνόφιλος Σατύρου Βερενικίδης καὶ συμπρόεδρο[ι· vvv]
Διό[τ]ιμος Διοδώρου Ἁλαιεὺς εἶπεν· ὑπὲρ ὧν οἱ καταστα̣[θέν]-
τες ἄνδρες ὑπὸ τοῦ Κηρύκων γένους μετὰ τοῦ ἐπὶ βωμο̣[ῦ ἱε]-
ρέως Ἐπικράτους τοῦ Καλλιμάχου Λευκονοέως καὶ τοῦ πυ̣[ρ]-
10 φόρου καὶ ἱερέως τῶν Χαρίτων καὶ τῆς Ἀρτέμιδος τῆς Ἐπιπ[υρ]-
γιδίας Λεοντίου τοῦ Τιμάρχου Κηφ〚[ε]〛ισιέως, καὶ τοῦ Κήρυκος̣
τ̣αῖν θεαῖν Διονυσίου τοῦ Δημοστράτου Παλληνέως, καὶ τοῦ
παναγοῦς κήρυκος Θεοφίλου τοῦ Μενεκράτους Χολλείδου, κ[αὶ]
τοῦ ἱερέως τοῦ Ἑρμοῦ τοῦ Πατρῴου καὶ κήρυκος τοῦ Ἀπόλλων[ος]
15 τοῦ Πυθίου Γοργίππου τοῦ Εὐδήμου Μελιτέως, καὶ τοῦ λιθοφόρου
τοῦ ἱεροῦ λίθου καὶ ἱερέως Διὸς Ὁρίου καὶ Ἀθηνᾶς Ὁρίας καὶ Πο-
σειδῶνος Προσ<β>α〚σ〛τηρίου καὶ Ποσειδῶνος Θεμελιούχου
Δωσιθέου τοῦ Κλεομένους Μαραθωνίου, καὶ τῶν Ὑμναγωγῶν
Ἀριστοδήμου τοῦ Ἀργείου Τρικορυσίου, Μεννέου Ͻ Ἀζηνιέως, Φιλ[ή]-
20 μονος̣ Ͻ Μελιτέως, Διότ〚ε〛ιμος Διοδώρου Ἁλαιεύς, Ἀπόληξις v
Ἀπελλικῶντος ἐξ Οἴου, Δημοχάρης Μενάνδρου Ἀζηνιεύς, Σαρ[α]-
πίων καὶ Διοκλῆς οἱ Διοκλέους Μελιτεῖς, Ἀρχίτιμος Ͻ Σφήττιο[ς],
Θεμιστοκλῆς Ξενοκλέους Ἁγνούσιος, Διονυσόδωρος Ͻ Δειρα[δι]-
ώτης, Κιχησίας Λέωντος Αἰξωνεύς, Ἀπολλώνιος Κτησικλέου[ς]
25 Ἀχα̣[ρ]ν̣εύ̣ς, Δημόστρατος Διονυσίου Παλληνεύς, Τιμοσθένης Τι%⁸⁰-
μά̣ρχο[υ] Κηφ〚ε〛ισιεύς, Μένανδρος Δημοχάρους Ἀζηνιεύς, Ἀρίστ[αι]-
χ[μ]ος Ἀμμωνίου Ἀναφλύστιος, Σοφοκλῆς Φιλώτου Σουνιεὺς γ[ό]-
ν̣[ω]ι̣ δὲ Διονυσοδώρου Δειραδιώτου, Ἰοφῶν Διονυσοδώρου Δειρ[α]-
διώτης, Ἀλέξανδρος Ἀγαθοκλέους Λευκονοεύς, Εὔφρων Ͻ Μα̣ρ̣[α]-
30 θώνιος, [Σ]έλευκος Δημέου Ἁλαιεύς Μικίων Φιλοκράτους Πειραιε̣[ύς],
πο̣ιησάμενοι πρὸς τὸν δῆμον πρόσοδον ἐμφανίζουσιν τὸν δα̣[ι]-
δοῦ̣χον Θεμιστοκλῆν δαιδούχου Θεοφράστου Ἁγνούσιον ἀρετῆι
κα[ὶ] εὐγ[ε]νείαι διαφέροντα μὴ μόνον τὸν ἑαυτοῦ βίον παρέχεσθαι
π[λ]ε̣ίστ̣ης ἄξιον τιμῆς, ἀλλὰ καὶ τῆι περὶ τὴν δαιδουχίαν ὑπεροχῆ̣[ι]
35 τ̣ὸ̣ σεμνὸν καὶ τ〚ε〛ίμιον τῶν ἱερῶν ἐπαύξειν, ἐξ ὧν τὸ περὶ τὰ μυ-
στ̣ήρι̣α̣ μεγαλοπρεπὲς περιττοτέρας ἐκπλήξεως ὑπὸ παντὸς
ἀ̣ν̣θρώπ̣ου καὶ τοῦ προσήκοντος ἀξιοῦται κόσμου, παρειληφότα
τ̣ὴν εὐ[γ]ένειαν καὶ τὴν ἀπ’ αὐτῆς ἱερεωσύνην ἐγ διαδοχῆς παρὰ
τ̣οῦ πατρὸς Θεοφράστου καὶ τοῦ πάππου Θεμιστοκλέους καὶ Σοφ̣[ο]-
40 [κλ]έους, ὃς ἦν τοῦ πατρὸς αὐτοῦ θεῖος, καὶ Ξενοκλέους τοῦ ἐπιπά[π]-
π̣ου, ὃς ἦν ἀδελφὸς μὲν Λεοντίου θεῖος δὲ Σοφοκλέους τῶν γεν[ο]-
μ̣ένων ἱερέων ἐπὶ βωμοῦ, καὶ Φιλοξενίδου τοῦ γενομένου μὲν πρ̣[ὸ]-
τ̣ερ̣ο[ν] ἱερέως ἐπὶ βωμοῦ μετὰ δὲ ταῦτα δαιδούχου τοῦ ἀδελφο̣[ῦ]
Κη̣φ〚[ε]〛ισοδώρου τοῦ ἐπὶ βωμοῦ ἱερέως, ὃς ἦν πρὸς ἀνδρῶν ἐπίπαπ̣-
45 [π]ος̣ αὐτοῦ τῶι πατρὶ Θεοφράστωι, καὶ Σοφοκλέους ὃς πρὸς μητρ[ὸς]
ἦν ἐπίπαππος αὐτῶι, καὶ Φιλιστίδου, ὃς ἦν πατὴρ μὲν Φιλοξενίδου κ̣[αὶ]
[Κ]η̣φ〚ε〛ισοδώρου ἐπίπαππος δὲ Θεμιστοκλέους τοῦ πάππου αὐτοῦ, ὃ[ς]
γ̣[ε]νηθεὶς ἱερεὺς ἐπὶ βωμοῦ μετα̣παρέλαβεν ἐπιφανέστατα τὴν δ̣[αι]-
〚ι〛δ̣ουχίαν, καὶ Ἀντιφῶντος, ὃς ἦν μὲν ἐξ ἀνεψιῶν παίδων γεγονὼς [Φι]-
50 λ̣ιστίδηι κατασχὼν δὲ καὶ αὐτὸς τὴν ἐπὶ βωμοῦ ἱερεωσύνην μετα-
παρέλαβεν διασημότατα τὴν δαιδουχίαν, καὶ Λεοντίου τοῦ Σοφο̣-
κλέους μὲν πατρὸς πάππου δὲ Ξενοκλέους τοῦ ἐπιπάππου αὐτο̣[ῦ] ——
κ̣αὶ πρὸ τούτων ἁπάντων Ἑρμοτ〚ε〛ίμου τε καὶ Ἱεροκλείδου τῶν δα[ι]-
δουχησάντων πρὸ τῆς Κηρύκων ἀναγραφῆς εἰς τὸ γραμματεῖον v
55 γενηθέντες ἔκγονοι Σήμων καὶ Ἱεροκλείδης καὶ Ἀντιφῶν κατέ%⁸⁰%⁸⁰-
σχον διὰ βίου τὴν ἐπὶ βωμοῦ ἱερεωσύνην —— ὧν ἑκάστου τῆς τε πρὸς
τὰς θεὰς εὐσεβείας καὶ τῆς περὶ τὴν ἱερουργίαν σεμνότητος καὶ φ[ι]-
λοτιμίας ἐμ πολλοῖς καὶ μεγάλοις ἀγῶσιν εἰς τὸ γένος ψηφισθεῖ-
σαι πολλάκις ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ γένους παρ’ [ὅ]-
60 λ̣ο̣ν τὸν καιρὸν τιμαὶ καὶ καθιερωμέναι παρὰ ταῖς θεαῖς αὐταῖς ἰκό-
[ν]ες ἐναργεῖς ἑστᾶσιν ἀποδίξις, πάντα δὲ πράττοντα τῆς τοῦ γέ-
[ν]ο̣υς αὐξήσεως ἕνεκα καὶ τῶν προσηκόντων τιμίων αὐτῶι τε καὶ ἑ̣κ̣[ά]-
στωι τῶν ἐκ τοῦ γένους ἱερέων, σπουδάσαντα περὶ τὴν τῶν πατρ[ί]-
ων ἐπίγνωσιν καὶ τὴν ἴδησιν ἐσχηκότα μὴ μόνον ἐκ τῆς περὶ τὴν ο̣[ἰ]-
65 κίαν γεγονυίας ἐπὶ πολλὰς γενεὰς αὐτῶι δαιδουχίας, ἀλλὰ καὶ τῆ̣[ς]
περ[ὶ] αὐτὸν φιλοτ〚[ε]〛ιμίας εἰς τὴν τῶν ἐκλελειμμένων πατρίων ἀ[πό]-
κτησιν, ἐπιπεσούσης τῆς περὶ τὰς ἀπογραφὰς ζητήσεως πολλὰ [καὶ]
[μ]ε̣[γ]ά̣λα διαπεπρά̣χθ̣α̣ι̣ ἐξ [․]․․[․]․ΤΟΤ[․․․τ]ὴ̣ν προσήκουσα̣ν [․․․․]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us