[ ] Att. — Athens — 174/5 AD
I.frg. a.1 [— — — — — — — — —]ον υἱὸ[ν — — —]
[— — — — — — πρ]α̣χ̣θήσεται vv [— — —]
[— — — ὁ κράτι]στος ἀνὴρ εἰσ[— — —]
[— — — — — —]ας ὑποτρέφειν [— — —]
5 [— — — — —]ο[․] Ἡρώιδου μετ[— — —]
[— —] ἀ̣π̣ευθύνεται προσυ․[— — — — —]
[— —] π̣έρχωνται διαδοχη [— — — — —]
[— — — —]ο̣νο̣[․․․]α̣σο̣υ̣[— — — — — —]
frg. b.1 [— — — — — —]ω̣ ἐφθ̣η[— — — — — — — —]
[— — — — —]τηνουκε[— — — — — — — — —]
[— — —]ησ[․․]σ[․․․․]υ[— — — — — — —]
[— — — — —]ονα̣γ̣αρα̣λ̣ι̣[— — — — — — —]
5 [— — —]νοίας εἰς τὴν ἀσφ[άλειαν — —]
[— —] ὁρῶμαι γὰρ μηι[— — — — — — — —]
[— — —] δεσπότου τῶ[ν — — — — — — —]
[— — —]ημα τοῦ̣[— — — — — — — — — — —]
frg. c.1 [— — — — — — — — — — — — —]νενπ̣[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — —]καὶ προσ[— — — — — — — — — — — — — —]
[— — — — — — — — — — ἐ]ξ̣οικισθῆναι δ[— — — — — — — — — — — — —]
[— — — — — —]λι̣οις Ἀθηναίοις ἀλγεῖ̣ ολ̣μ̣[— — — — — — — — — — —]
5 [— — — — — —] ὑπέμεινα εἰς νῆσον ἔδοξεν κατα[— — — — — — — — —]
[— — — — — —]ον καὶ πολύπλοκον ὡ̣ς βαρὺ τοῖς ε[— — — — — — — —]
[— — — — — —]ς ἐτεχνάζετο ἀρι[— — —]ντοι προσγ̣[— — — — — — — —]
[— — — — — —]ται vv  Εὔοδος Ὀνησίμ̣[ο]υ οσανευ[— — — — — — — —]
[— — — — — — — —]ικῆς ἐπιτεχνησάμενος ἐφ[— — — — — — — — — — —]
10 [— — — —]ι̣ε[․․․]λ̣ιω, ἐπεὶ μηδὲ ταῖς προτέραι[ς — — — — — — —]
[— — τῆς πατρί]δος καὶ [τ]ῶν νήσων αὐτῆς ἀπε[χ]έσθω v[— — — —]
[— — — τοῦ] κρατίστου ἀνδρὸς ἔτι καὶ δοῦλον λύσιν οὐκ [— — — —]
[— — τοῖ]ς πραχθεῖσιν οὐδὲν ὁρίσα̣ι̣ ἔ̣δοξεν, βουλοίμην [— — — — —]
[— — πε]ριέμειναν μέχρι τοῦ ταῦτα ἀποφήνασθαί με συνεχῶς[— — —]
15 [— —]ν ἐνκλημάτων ἄνωι καὶ̣ κ̣[άτ]ωι στρεφομένων vv ἐπεὶ δὲ τα[— — — —]
[— —]σας ἐπὶ τῆς παρ’ ἐμοὶ [λεχθείσης] καὶ τὰ μάλιστα εἰς αὐτὴν ἐνδ[— — — —]
[— —]ο τὰς ἀποδεο[μένας — — — — — — — — —]ι ὁ κράτιστος ἀνὴρ ἴδιον δ[— — — —]
[— — —]λας ὑπ[— — — — — — — — — — κριτὴν] δίδωμι Ὀφίλλιον Ἰνγ̣[ένουον — — —]
[— — —]που[— — — — — — — — — — — — — — — —]μοι πρ̣α̣χ̣θ̣έντ̣ω̣[ν — — — — —]
frg. d.1 [— — — — —]ορω διαφερον[— — — — — —]
[— — — —]μὴ περαιτέρωι καὶ το[— — —]
[— — —]υ τετυχήκασιν παρὰ τῆς[— — —]
[— — —]υ οὔτε ἀπελευθέρους α[— — —]
5 [— — —]τους μετ’ αὐτὰ οἵτιν[ες — — —]
[— — —] ἐπὶ τῆς ἀγορᾶς συνηθ[— — — —]
[— — —]ι Ἀθηναίων δίκαιοι σ[— — —]
[— — — —] Ἡρώιδου καὶ [— — — — — —]
[— — — —]α̣ι προσο̣[— — — — — — — —]
frg. f.1 [— — — —]λα[— — — — — —]
[— — —]παραγρα[— — — — —]
[— —]ολλιου προ[— — — —]
[— — τ]ὴν ἐξέτασιν[— — —]
5 [— —]π̣ως δὴ σχ̣[— — — — —]
[— —]καὶ μον̣[— — — — — —]
II.1 1. [ἔκκλητοι ἃς] ἐποιήσαντο Αἴλ Πραξαγόρας, Κλ Δημόστρατος, Αἴλ Θεμίσων πρὸς Αἴλ Διονύσιον δίκαιοι εἶναι φ[αίνονται· τού]-
των οὖν τῶν] ἐφέσ[ε]ων ἐδέησεν ἀκροάσασθαι· ἐξαρκεῖν ἔδοξεν ττὰς ἀρχαιρεσίας ἐνθέσμως ἀχθείσας ε̣[ἰδέναι(?)· τὴν]
[δὲ κρίσιν τούτ]ων τῶν ἀνδρῶν οὐχ ἡγησάμην ἀνανκαῖον εἶναι ὑποστῆναι τῶι μηδὲ Ἀθήνηισιν αὐτὴν γ̣[ενέσθαι. πρός]
γε μὴν τὸν ἑξῆς χρόνο[ν], ἵνα μή τι ἀμφίβολον καταλειφθῆι, τοὺς μὲν δαιδουχίαν ἤ τινα ἑτέραν ἐθελον̣[τὶ με]-
5 τ̣ι̣όντας ἱερ[ε]ωσύνην μέζ̣[ο]να ἧς φθάνουσιν ἔχειν προκατατίθεσθαι δε̣ῖ τὸ στρόφιον ἐννόμως· εἰ δέ τις [ὑπὸ]
τοῦ δήμου καλοῖτο, οὐκ ἔσται πρὸς τοῦτον ἀμφισβήτησις ἐὰν μὴ προκαταθῆται τὰ πρότερα σύμβολα πρὶν ἀ[πο]-
δειχθῆναι. χειροτονηθεὶς μέντοι καὶ οὗτος τὸ προϋπάρχον αὐτῶι καταθήσεται. 2. ἔκκλητοι ἃς ἐποιήσαντο Σ[έν]-
τ̣ιος Ἄτταλος καὶ Κλήμης Κλήμεντος καὶ Κλ Χρύσιππος ἀπὸ τοῦ δικαστηρίου καὶ ἀπὸ τοῦ βασιλέως Κλ Εὐπραξίδο[υ]
πρὸς Οὐαλέριον Μαμερτεῖνον περιγεγράψο[ν]ται. Μαμερτεῖνος μὲν οὖ[ν], ἐπεὶ Εὐμολπίδης ὢν οὐδέτερον τ[ῶν]
10 γονέων ἔσχεν ἐκ τοῦ τῶν Κηρύκων γένους, ἐπιδεῖται καθ’ ὅνπερ μόνον ἐφεῖται τρόπον τοῖς ἐξ <ἑ>κατέρου τῶν [δύ]-
[ο] τ̣ούτων γενῶν πρὸς θάτερον μεθίστασθαι· ἀφέξεται τοῦ τῆς ἱεροκηρυκείας ἐφείεσθαι. αἱ δὲ ἀρχαιρεσία[ι με]-
ταξὺ τῶν ἄλ̣λ̣ων τῶν τε ἤδη ἐπιδικασαμένων καὶ τῶν νῦν ἐθελησόντων παρανγέλλειν κατὰ τοὺς νόμους το[ὺς]
Ἀθηναίων ἐπαναλημφθήσονται. Μαμερτεῖνος οὔτε τοῦ ἀριθμοῦ̣ τ̣ῶν Εὐ̣μολπιδῶν ἐξαιρεθή̣σ̣εται καὶ τὴν [ἱερε]-
ωσύνην ἀνακομιεῖται. τὸ δὲ ἐπὶ τούτου μοι παραστάν, λαβόντι τὴν γνώμην ἐκ τῆς παρούση[ς δ[ί̣κης, οὐκ ἂν [πρὸς]
15 τὸ μέλλον συνχέαι τὰ παραφυλαττόμενα. 3. Λάδικος Πολυαίνου ὁ ἐκκεκλημένος πρὸς Σωφάνην Σω[φά]-
ν̣ους ἀπὸ Ἰουλ Δαμοστράτου τοῦ ἄρχοντος τῶν Πανελλήνων φαίνεται κατὰ τὸν ὠρισμένον χρόνο[ν ἤδη]
ἐ̣ν̣τ̣ὸς οὗ ἔξεστιν δικάζεσθαι πρὸς τοὺς κεχειροτονημένους Πανέλληνας κληθεὶς ἐπὶ τὴν κρίσιν, ἀπ[ελεγ]-
χθεὶς δέ, καίτοι μετὰ τὴν νενομισμένην προθεσμίαν τῆς χειροτονίας γεγενημένης, οὔ̣πω τὴν ἔννο[μον]
ἡλικίαν γεγονὼς οὐδὲ τότε καὶ οὐδεμίαν ἀρχὴν πρότερον ἄρξας ὡς ὁ θεὸς πάππος μου ὥρισεν, ἀδίκως [ἐφει]-
20 κέναι̣ [δ]οκεῖ. 4. Ἐπίγονος Ἐπικτήτου ἐκκαλεσάμενος ἀπὸ Ἰουλ Δαμοστράτου πρὸς Εὔδημον Ἀφροδεισί[ου πα]-
ρὰ τοῖς [ἐ]μοῖς Κυιντιλίοις ἀγωνιεῖται περὶ τῆς τοῦ Πανελληνίου κοινωνίας· καὶ γὰρ αὐτὸς ἠξίωσεν ἐπὶ τὴν π̣[αρ’ ἐ]-
κ̣ε̣ίν̣ο[ι]ς πεμφθῆναι κρίσιν, καὶ πολλὰ τῶν εἰς ἐμὲ καθηκόντων μερῶν ἐν τοῖς πράγμασιν τοῖς ἐπὶ τῆς ἐπ̣[αρχείας]
ὑ̣π̣’ ἐκείν<ω>ν ἐκτελεῖσθαι δῆλόν ἐστιν. 5. Ἀθηνόδωρος Ἀγρίππου ἀπὸ Παπίου Ῥούφου τοῦ τῶν [Π]ανελλήν[ων ἄρ]-
ξαντ̣ο̣ς̣ ἐπὶ τῆς προτέρας πεντετηρίδος ἐφεικὼς πρὸς τοὺς διοικητὰς τῶν τοῦ κρ Κλ Ἡρώιδου, ἐπεὶ μήτ̣[ε τὰ ὑ]-
25 πομνήματα τῶν Πανελλήνων μήτε τὴν γνῶσιν τὴν ἐξενεχθεῖσαν παρέσχετο, ἐπὶ τῶν ἐμῶν Κυιντιλ[ί]ω̣[ν ἀ]-
γωνιεῖται, ἵνα μὴ μετὰ τοσοῦτον τοὺς καιροὺς ἐν οἷς ἐξέσται μοι καὶ παρὰ τὰς στρατιωτικὰς πράξει̣ς τὰ̣ κρίσ[εως δε]-
όμενα ἐκδικάζειν ἀναγκασθῇ περιμένειν. 6. Νόστιμος Διονυσίου γεγενῆσθαι κατὰ τοὺς νόμους Ἀ[ρεοπα]-
γείτης οὐκ ἔδειξεν, ἀλλ’ εἰ ἔστιν ἐν τούτωι ὡς τῆι ἐξ Ἀρείου πάγου βουλῆι προσγραφῆναι δύνασθαι δ̣ι̣[αγνώ]-
σουσιν οἱ Κυιντίλιοι· διότι γ’ ἂ̣ν ἀπεωσθείη τῆς κοινωνίας τοῦ συνεδρίου τῶν Πανελλήνων [δοκεῖ ἀποδε]-
30 δεῖχθαι δικάζοντί μοι περὶ τῆς ἐκκλήτου τῆς πρὸς Εὐφρᾶν Νίκωνος γενομένης. 7. Ποπίλι[ος Πεῖος ἐπὶ]
τ̣ῶι δικαίωι τῆς πολειτείας τῆς Ἀθηναίων μενεῖ, καθὰ ἐπέγνωσαν οἱ Ἀρεοπαγεῖται· χρ̣ὴ̣ [γὰρ τῆς στά]-
σεω̣ς̣ α̣ὐ̣τ̣ῶ̣ι̣ τὴν βεβαιότητα ὑπάρχειν καὶ τοῖς ἄλλοις ὅσοι, τῆι δοθείσηι ἐξου̣σίαι ὑπὸ φθ̣ο̣[ρᾶς τινος ἀν]-
τιγ̣ρ̣άφ̣ου ἐπακολουθοῦντες, τοῖς Ἀρεοπαγείταις τὰ ἑα̣υτῶ̣ν δίκαια παρέσχοντο· εἰς δ̣ὲ̣ τὸ μέλλο[ν κατὰ]
τοὺς νόμους καὶ κατὰ τὰ πάτρια ἔθη παραφυλαχθήσεται καὶ δοκιμασθήσεται εἴ τις ἐκ γένους [Ἀθηναῖ]-
35 ός ἐστιν. 8. ἔκκλητος ἣν Αἴλ Πραξαγόρας ἀπὸ Γαουινίου Σα̣τ̣ορνείνου ἐποιήσατο, ἐπὶ τῆς δίκης ἐ̣[ν ἧι τῶν]
καλουμένων κωδικίλλων ἐπ’ ὀνόματι Στρατολάου προκομισθέντων ἡ ζήτησις ἐγένετο, δίκα̣[ιος εἶ]-
ναι φα̣ίνεται. εἰ μέντοι βούλοιτό τις ἐντὸς δύο μηνῶν ἢ δημοσίαι ἢ ἰδίαι μετὰ τὸ ἀναγωνσθ[ῆναι]
τὴν ἐπιστολὴν ταύτην Ἀθήνηισιν περὶ τῆς δωρεᾶς ἣν προὔθεσαν ὀφείλεσθαι τῆι πόλει̣ δ̣[ίκ]η̣[ν εἰ]-
σιέναι, ἐφείσθωι αὐτῶι, δύο ἄλλων μηνῶν προθεσμίας παραφυλαττομένης πρὸς τὸ ἐπι[κρῖναι]
40 τοῖς ἐμοῖς Κυιντιλίοις· εἰ δὲ ἐν τῶι μεταξὺ τούτωι διαστήματι ἐνδεήσειεν, οὐκ ἂν ἐν ὑστ̣[έρωι τὸν]
ἀγῶνα ἐπαναλαμβάνειν ἐπιχειροίηι. εἰς δὲ τὴν τῶν χωρίων νομὴν Πραξαγόρας ἐπανελε̣ύ̣[σεται καὶ]
λήμψε̣ται παρὰ τῶν κρ Κυιντιλίων διαιτητὴν περὶ τῶν καρπῶν· ἐπί γε μὴν τὰ χωρία ἃ τῶι κρ Ἡ̣ρώ̣[ιδηι]
καταλ̣ε̣λ̣εῖφθαι ἐλέγετο ἤδη ἐπανήξει· περὶ τῶν καρπῶν Ἰνγένουος δικάσει· ἐὰν δὲ τὴν βραδυτ[ῆτα]
παραδόσεως μέμψηται Πραξαγόρας, ὑπὸ τῶν ἡγεμόνων τοῦ ἔθνους εἰσαχθήσεται. τῆι δεήσει τῆι̣ [Ἀθη]-
45 ναίων, ἣν καὶ τῆι ἡλικίαι τοῦ πατρὸς καὶ τῶι μόνον αὐτὸν τῶι οἴκωι ὑπολελεῖφθαι ἔνειμαν, δυναίμη[ν ἂν]
εἶξαι ὡς Φείδιμον ἀνακληθῆναι μὲν ἐκ τῆς νήσου εἰς ἣν ἐπ̣εφυγάδευτο κατὰ τὴν ἐξέτασιν τοῦ πράγμ̣[ατος],
τῶν δ̣ὲ̣ ὅ̣ρων τῆς Ἀττικῆς πρὸ̣[ς] τ̣ὸ λοιπὸν ἀπέχεσθαι. 9. Ἀγαθοκλεῖ Ἀγαθοκλέους ἡ διὰ τῆς πρεσβεί̣ας ἀξίωσι̣[ς ἣν πα]-
ρ’ ἐμο[ὶ] συντελεῖ· ἀποδοθήσεται δὴ καὶ τῆι πατρίδι καὶ τῶι τῶν Ἀρεοπαγειτῶν συνεδρίωι· κ̣α̣ὶ ἐγγύαι τῶν ἐ̣κ̣[κλή]-
των δικῶν ἃς ἐποιήσαντο οἱ διοικηταὶ τῶν τοῦ κρ Ἡρώιδου πρὸς Αἴ̣[λ] Ἀ̣μεινίαν, ὁμοίως καὶ ἐγγύαι ἐκ[κλ]ήτω[ν ἃς]
50 ἐπὶ ταῖς δίκαις ταῖς παρ’ ἐμοὶ λεχθείσαις ἐποιήσαντο Αἴλ Πραξαγόρας, Κλ Δημόστρατος, Αἴλ Θεμίσων, Σέν̣[τιος]
Ἄτταλος, Κλήμης Κλήμεντος, Οὐαλέριος Μαμερτεῖνος, Λάδικος Πολυαίνου, Εὔοδος Ὀνησίμου, Νόστιμο[ς Διο]-
ν[υ]σίου̣, Ποπίλιος Πεῖος, ἀποδοθήσονται. Ἐπιγόνου δὲ καὶ Ἀθηνοδώρου τὰς ἐκκλήτους περιγεγράφθ[αι]
δεῖν φθάνω προε̣ιπών. εἴ τινες ἄλλαι ἐφέσεις ἀπηρτημέναι ταύτης τῆς διαγνώσεως, περὶ ὧν οὐδὲν ἐδ[ήλω]-
σα, πρὸ ἀποφάσεως εἶεν γεγ̣ε̣νημέναι, περιγεγράψοντας, ὥστε ἐξετασθῆναι παρὰ τῶι δικαστῆι κατὰ τὰ αὐ[τὰ]
55 καθάπερ καὶ ἔμελλον ἐξετασθήσεσθαι καὶ μηδ̣εμιᾶς οὔσης ἐκκλήτου δίκης, τίνων δ’ ἂν εἶεν ἐπιστε̣[λεῖ]
πρὸς ἐμὲ Ἰνγένουος· εἰ δέ τινες μετὰ τὴν γνῶσιν ἀπηνέχθησαν, τούτων κατὰ τὴν προσήκουσαν τά̣[ξιν]
αὐτὸς ἀκούσ̣ε̣[ται]. 10. ὅσην εἰσφέρομαι σπουδὴν ὑπὲρ τῆς δόξης τῶν Ἀθηνῶν, ὡς τῆς παλαιᾶς αὐτὴ[ν ἐ]-
πικρατεῖν σεμνό̣τ̣ητος, ἱκανῶς δεδηλωκέναι νομίζω, καὶ ἡνίκα τὸ παρ’ αὐτοῖς ἔκκριτον συνέδριο̣[ν]
ἐπαναγαγεῖν ἐπειράθην πρὸς τὸ παλαιὸν ἔθος, καθ’ ὃ τούτους μόνους εἰς Ἄρειον πάγον εἰσεδέχον[το]
60 τοὺς ἀπὸ τῆς τριγονίας ἐξετασθέντας· καὶ εἴθε ἧν περιουσία τῶν ἐνδόξων γενῶν, ἵν’ ἐξῆι μοι̣ κα̣[ὶ νῦν]
ἔτι τὴν γνώμην τὴν ἡμετέραν φυλάξαι, ἀλλ’ ἐπειδὴ τὰ συμβάντα διὰ τὴν τύχην ὑπολογιζομένου̣[ς, ἐ]-
φ’ οἷς πολλ̣ὰς καὶ ἄλλας πόλεις οἶδα θεραπείας εἰς τὰ μάλιστα ἐπιδικασαμένας, τὰ μὲν ἐπανειέναι δεῖ̣ [τῆι]
πρὸς τὸ παρεληλυθὸς φιλανθρωπίαι, τὰ δὲ τῆ̣ι πρὸς τὸ μέλλον αὐτάρκως ἱδρῦσαι, μέχρι τοσούτου συν[θέ]-
μενος Ἀθηναίοις ἐνδώσω ὡς ἐπὶ μὲν τοῦ παρεληλυθότος χρόνου πρὸς τοῦτο μόνον ἀφορᾶν ε̣ἴ τ[ινι πα]-
65 τὴρ εὐγενής, κἄν τις τῶν ἐξ Ἀρείου πάγου διὰ τὸν κανόνα τῆς τριγονίας ἐξεῶσθαι φαίνηται τὸ ἀξίωμα ἀ[να]-
κομιεῖται, μετὰ ταῦτα δὲ τὸ ἐξ ἀμφοῖν τῶν γονέων εἶναί τινα εὖ γεγονότων ἀρκέσει. τοῖς μετὰ τὴν ἐπ[ιστο]-
λ̣ὴ̣ν̣ τὴν ἡμετέραν ἀπελευθέρου πατρὸς οὖσιν καὶ εἰς Ἄρειον πάγον ἑαυτοὺς ἐνβεβληκόσιν τῆς ἀγν[οίας]
ὥρα πεπ̣α̣ῦ̣σ̣θαι· εἰ μέντοι τις πρὸ τῆς ἐπιστολῆς ἀπελευθέρου πατρὸς γεγονὼς ὑπ’ οὐδενὸς δικαστηρ[ίου]
τῶν ἐπὶ τούτο[ι]ς ἀποδ̣οθῆναι δυναμένων ἐξεώσθη, μενεῖ. ὅσοι μετὰ τὰ ἡμέτερα γράμματα διὰ τὸ τὸν [πάπ]-
70 πον ἀπηλευθερῶσθαι ἢ ὑπεξήχθησαν τῆς ἐν Ἀρείωι πάγωι βουλῆς ἢ ἑκόντες ὑπεξῆλθον τὴν τιμήν, ἔ[τι]
ἀ̣π̣ε̣ί̣ρ̣γ̣ον̣ται· τούς γε μὴν ὑπεξστησομένους διὰ τὰ προειρημένα ἐκ τοῦ συνεδρίου χρὴ μηδὲν ἐκ τοῦ τοι[ού]-
του π[α]ραλυπεῖσθαι πρὸς τὸ τὰς ἄλλας τιμὰς καὶ τάξεις μετιέναι. εἴ τινες εἶεν ὑπεναντίον τοῖς ὑφ’ ἡμῶν ἐ[πε]-
σταλμένοις κατειλεγμένοι, οἷς οὐδὲ μετὰ τὴν νῦν ἐξενεχθεῖσαν γνῶσιν οἷόν τέ ἐστιν ἐν Ἀρείωι π[άγωι]
καθῆσθαι, ἀπαλλαττέσθωσαν ἐντὸς ἐνιαυτοῦ· ὃς δ’ ἂν καὶ μετὰ τὰ ἀπηγορευμένα διατελέσηι μένω̣[ν ἢ καὶ]
75 παρὰ τὰ προγεγραμμένα εἰσδύηται, ἐν ἴσωι ταχθήσεται τοῖς ὑπεξαχθεῖσιν διὰ τοῦ δικαστηρίου ἐλάττοσί̣[ν τε]
ἐκ τούτου καὶ ἐν τῶι μετιέναι τὰς καταδεεστέρας τάξεις κ[α]ὶ τιμάς. ἐάν τινες ἐξ Ἀρεοπαγειτῶν ἐν τοῖς [Πανέλ]-
λησιν ὄντες τήμερον καταλημφθῶσιν τὴν τριγονίαν παρασχεῖν μὴ δυνάμενοι, οὐ διὰ τοῦτο ἀπ[εω]-
σθήσονται τοῦ συνεδρίου· πρὸς δὲ τὸ μέλλον οὐδεὶς ἄλλος ἐξ Ἀρεοπαγειτῶν τοῖς Πανέλλησιν ἐνγρα̣[φή]-
σεται ἢ ὅσοι πρὸς τὰς χειροτονίας ἀφικνεῖσθαι δύνανται τὴν τριγονίαν ἔχοντες. τὸ πρὸς τὴν βου[λὴν]
80 τῶν Πεντακοσίων φέρον [ἀ]ποχρώντως ἔχει ταύτηι τετάχθαι ὥστε αὐτοὺς τοὺς καταλεγομένους ε[ὖ γε]-
γονέναι̣. 11. Ἰνγένουος ταῖς ἐξ ἑκατέρου τῶν μερῶν ἀμφισβητήσεσιν αὐτὸς ἔσται δικαστής, δικάσε[ι δὲ]
καὶ πρὸς ἐκείνους τοῖς προνοουμένοις τῶν τοῦ κρ ἀνδρός, ὅσοιπερ ἂν μηδὲν ἀντεισπράττωσιν [αὐ]-
τοί. οἱ διοικήσαντες τὰ δημόσια τῆς πόλεως χρήματα καὶ λογισμοὺς ὀφείλοντες ἔχουσιν δικασ[τὰς]
τοὺς ἐμοὺς Κυιντιλίους, παρ’ οἷς οἱ τῶν Ἀθηναίων σύνδικοι προνοήσονται τὰ αὑτῶν ἐκπλῆσαι π[λήθη].
85 Ἰνγένουος Ἀθηναίων μὲν τοῖς κρίσεως δεομένοις ἐν Ἐλευσεῖνι δικάσει καὶ ἐν Πειραεῖ, καθ’ ὃ[ν ἂν ἑ]-
τέρωθι βούληται χρόνον· τοῖς δὲ ἐκ Λακεδαίμονος ὁριεῖ τόπον ἐν ταῖς πλησίον πόλεσιν κατὰ τὸ ἐ[πιτη]-
[δει]ότατον αὐτὸς δοκιμάσας. 12. ἡγοῦμαι δεδηλῶσθαι, δι’ ὧν ἀπεφηνάμην, ὅτι ἕκαστα π[ρ]οϊδόμην ο[ὐ διὰ]
πε̣[ρ]ιουσίας μᾶλλον ἢ φροντίδος, ἵνα πρὸς τὸ μέλλον Ἡρώιδηι τε ὑπάρχοι παρὰ Ἀθηναίοις συνευφρ[οσύ]-
νηι περί τε τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἔχειν σὺν τῆι εὐκλεεῖ περὶ παιδείαν σπουδῆι, καὶ Ἀθηναῖοι τῆς πρόσ[θεν]
90 γνωστῆς εἰς αὑτοὺς εὐποιίας τοῦ κρ Ἡρώιδου μεμνημένοι τὸ θάρσος τῆς πρότερον περὶ ἀλλ̣ή̣λ̣ους [οἰκει]-
ότητος ἀναν̣εώσαιντο, δι’ ἣν οὐδὲ ἐμοῦ διαλλακτοῦ δέονται. τί γὰρ ἂν ἔτι ὑποκαθέζοιτο ἐ̣ν̣ γνώμ[ηι τι]-
νός, με̣τὰ τὸ ἀ̣π̣αλειφθῆναι τὴν ἐπὶ [τ]αῖς αἰτίαις μνήμην, τῆς θεραπείας ἐπὶ πᾶσιν ἐκπεπον̣ημένης [ἵνα]
Ἀθην[α]ίοις ἐ̣ξ̣ῆ̣ι̣ τὸν ἐμὸν καὶ τὸν ἴδ[ι]ον αὐτῶν Ἡιρώιδην {²⁶Ἡρώιδην}²⁶ στέργειν, οὐδενὸς ἔτι ἑτέρου τῆι εὐνοίαι με[γάλου]
ἀντικρούοντος; 13. ὅ γε μὴν ἐπὶ πᾶσι τούτοις κατὰ τὴν Ἑλλήνων φωνὴν περὶ τῶν δικασθέντων συντετ[αγμέ]-
95 νοις προσενεθυμήθην ὡς, ἐν οἷς ἀπεφηνάμην, παρειμένον, ἀπὸ μὲν τῆς γνώμης τῆς ἐμῆς, εἰ καὶ μ̣[ὴ ἀπὸ]
τῶν τῆς ἀποφάσεως ῥημ̣ά̣των, νοεῖσθαι δυνάμενον, ἐξηγήσεως δέ τινος προσδεόμενον, ἵνα μ̣ή τι̣[ς νέαν]
ἀμφοβήτησιν παράσχοι, προσήκειν ἔδοξεν σαφῶς καὶ τοῦτο διορίσασθαι· εἴ τινες ἐκ πατέρων ἀπε̣[λευ]-
θέρων γεγονότες τῆς βουλῆς τῶν Πεντακοσίων ἐξανέστησαν, τούτοις ἐπανιέναι πάλ̣ιν εἰς τὴν̣ [ἐξέ]-
τασιν κατὰ [τ]ὰ̣ αὐ̣τὰ συνκεχωρήσθω καθὰ καὶ τοῖς ἐξ, Ἀρείου πάγου· ἀποδεικνύτωσαν δὲ οἱ ἐκ τ[ῆς τῶν]
100 Πεντακοσίων βουλῆς σφᾶς αὐτοὺς ἐν ἐλευθερίᾳ γεγενῆσθαι· χρὴ γὰρ οὐ τοὺς ἐκ πατέρων ἀπ[ελευ]-
θέρων ἀλλὰ τοὺς αὐτοὺς ἀπελευθερωθέν[τα]ς εἴργεσθαι μόνους, ὅπερ καὶ πρὸς τὸ μέλ[λ]ο̣ν π̣[ερὶ αὐ]-
τῶν διηκρίβωται.
Search Help
Contact Us