[ ]
Att. — Athens — stoich. 39 — 375/4 BC — Ag. 16.106C
1 | ἔδοξε τοῖς νομοθέταις, ἐπὶ Ἱππο[δάμαντος] |
ἄρχοντος ∶ Νικοφῶν εἶπεν· | |
τὸ ἀργύριον δέχεσθαι τὸ Ἀττικὸν̣ ὅτ[αν δεικνύητ?]- | |
αι ἀργυρο͂γ καὶ ἔχηι τὸν δημόσιογ χα[ρακτῆρα. ὁ δὲ] | |
5 | δοκιμαστὴς ὁ δημόσιος καθήμενος με[ταξὺ τῶν τρ]- |
απεζῶν δοκιμαζέτω κατὰ ταῦτα ὅσαι ἡ̣[μέραι πλὴν] | |
ὅταν ἦ[ι] χρημάτωγ καταβολή, τότε δὲ ἐ[ν τῶι βολευτ]- | |
ηρίωι. ἐὰν δέ τις προσενέγκηι ξ̣[ε]ν[ικὸν ἀργύριον?] | |
ἔχον τὸν αὐτὸγ χαρακτῆρα τῶι Ἀττι[κῶ]ι̣, ἐ[ὰν καλόν], {²⁷ἐ[κ το͂ νόμο] Sokolowski}²⁷ | |
10 | ἀποδιδότω τῶι προσενεγκόντι. ἐὰν δὲ ὑπ[όχαλκον] |
ἢ ὑπομόλυβδον ἢ κίβδηλον, διακοπτέτ̣ω πα[ραυτίκ]- | |
α {²⁷πα[ραχρῆμ]|α Bogaert}²⁷ καὶ ἔστω ἱερὸν τῆς Μητρὸς [τ]ῶν θεῶγ καὶ κ[αταβαλ]- | |
λέτω ἐς τὴμ βολήν. ἐὰν δὲ μὴ καθῆτ[α]ι ὁ δοκι[μαστὴς] | |
ἢ μὴ δοκιμάζηι κατὰ τὸν νόμον, τυπ̣[τ]όντων [αὐτὸν ο]- | |
15 | ἱ το͂ δήμο συλλογῆς πεντήκοντα πληγὰς τ[ῆι μάστι]- |
γι. ἐὰν δὲ τις μὴ δέχηται τὸ ἀ̣[ρ]γ[ύρ]ιον ὅ τ[ι ἂν ὁ δοκι]- | |
μαστὴς δοκιμάστηι, στερέσθω ὧν ἂμ [π]ωλῆτ̣[αι ἐκείν]- | |
ηι τῆι ἡμέραι. φαίνειν δὲ τὰ μὲν ἐν [τ]ῶ̣ι σί̣[τωι πρὸς] | |
τὸς σιτοφύλακας, τὰ δὲ ἐν τῆι ἀγορᾶι κ[α]ὶ [ἐν τῶι ἄλ]- | |
20 | λωι ἄστει πρὸς τοὺς το͂ δήμο συλλογέ[ας], τὰ [δὲ ἐν τῶ]- |
ι ἐμπορίωι καὶ τῶι Πει[ρ]αιεῖ πρὸς τοὺ[ς ἐπιμελητ]- | |
ὰς τοῦ ἐμπορίο πλὴν τὰ ἐν τῶι σίτωι, τὰ δὲ [ἐν τῶι σί]- | |
τωι πρὸς τοὺς σιτοφύλακας. τῶν δὲ φανθέ[ντων, ὁπό]- | |
σα μὲν ἂν ἦι ἐντὸς δέκα δραχμῶν, κύριοι ὄ[ντων οἱ ἄ]- | |
25 | ρχοντες διαγιγνώσκειν, τὰ δὲ ὑπὲρ [δ]έ[κ]α [δραχμάς], |
ἐσαγόντων ἐς τὸ δικαστήριον. οἱ δὲ θε[σμ]οθ[έται π]- | |
αρεχόντων αὐτοῖς ἐπικληρο͂ντες δικα[στήριον ὅ]- | |
ταμ παραγγέλλωσιν ἢ εὐ̣θυνέ̣σθω[ν ․] δραχ[μαῖς. τῶι] | |
δὲ φήναντι μετέστω τὸ ἥμισυ, ἐ[ὰ]ν ἕληι ὁ̣ [ὠνόμενος] {²⁷ὁ̣[ντιναοῦν] Bogaert}²⁷ | |
30 | ἐὰ̣ν δὲ δο͂λος ἦι ὁ πωλῶν ἢ δόλη, ὑπ<α>ρχέτω̣ μ[ὲν αὐτῶι] |
τύπτεσθαι 𐅄 πληγὰς τῆι μάστιγι ὑπὸ [τῶν ἀρχόντω]- | |
ν οἷς ἕκαστα προστέτακται. ἐὰν δέ τις [τῶ]ν ἀ[ρχόντ]- | |
ων μὴ ποιῆι κατὰ τὰ γεγραμμένα, εἰσαγ[αγέτω αὐτὸ]- | |
ν {²⁷εἰσαγ[γελλέτω μὲ]|ν Hansen}²⁷ ἐς τὴμ βολὴν Ἀθηναίων ὁ βολόμενος οἷς [ἔξεστιν]. | |
35 | ἐὰν δὲ ἁλῶι, ὑπαρχέτω μὲν αὐτῶι πεπαῦσθ[αι ἄρχον]- |
τι καὶ προστιμάτω αὐτῶ[ι] ἡ βολὴ μέχρι [𐅅 δραχμῶν. ὅ]- | |
πως δ’ ἂν ἦι καὶ ἐμ Πειραιεῖ δοκιμαστὴς [τοῖς ναυκ]- | |
λήροις καὶ τοῖς ἐμπόροις καὶ τοῖς ἄλλο[ις πᾶσιν], | |
καταστησάτω ἡ βολὴ ἐκ τῶν δημοσίων ἐὰ̣[ν ․․c.7․․ {²⁷ὑπάρχηι Bogaert}²⁷] | |
40 | ἢ ἐσπριάσθω, τὴν δὲ τιμὴν οἱ ἀποδέκται [μεριζόντ]- |
ων. οἱ δὲ ἐπιμεληταὶ τοῦ ἐμπορίο ἐπιμελ̣έ[σ]θω[ν ὅπ]- | |
ως ἂγ καθῆται πρὸς τῆι στήληι τοῦ Ποσειδῶνο[ς κα]- | |
ὶ χρήσθων τῶι νόμωι καθάπερ περὶ το̣͂ ἐν ἄστ[ει δοκ]- | |
ιμαστο͂ εἴρηται κατὰ ταὐτά. ἀναγράψαι δὲ ἐν σ[τήλ]- | |
45 | ηι λιθίνηι τὸν νόμον τόνδε καὶ καταθεῖναι ἐν [ἄσ]- |
τει μὲμ μεταξὺ τῶν τραπεζῶν, ἐμ Πειραιεῖ δὲ πρό[σ]- | |
θεν τῆς στήλης τοῦ Ποσει[δ]ῶνος. ὁ δὲ γραμματε[ὺ]ς [ὁ] | |
τῆς βολῆς παραγγειλάτω μίσθωμα τοῖς πωλ[ηταῖς]. | |
οἱ δὲ πωληταὶ ἐσενεγκόντων ἐς τὴμ βολήν. τ[ὴν δὲ μ]- | |
50 | ισθοφορίαν εἶναι τῶι δοκιμαστῆι τῶι ἐν τῶι [ἐμπ]- |
ορίωι ἐπὶ μὲν Ἱππδάμαντος ἄρχοντος ἀφ’ οὗ̣ [ἂν κα]- | |
τασταθῆι, μεριζόντων οἱ <ἀ>ποδέκται ὅσομπερ τ̣[ῶι] | |
ἐν ἄστει δοκιμαστῆι, ἐς δὲ τὸν λοιπὸγ χρόν[ον ἐ͂να]- | |
ι αὐτῶι τὴμ μισθοφορίαν ὅθεμπερ τοῖς ἀργυ[ροκό]- | |
55 | ποις. εἰ δὲ τι ψήφισμα γέγραπται πο ἐστήληι πα̣[ρὰ τ]- |
όνδε τὸν νόμον, καθελέτω ὁ γραμματεὺς τῆς βολ[ῆς]. |