[ ] Att. — Rhamnous — non-stoich. — 236/5 BC — FortRham 129,15
1 ἐπὶ 〚Ἐκχφάντου〛 {υ} ἄρχοντος· ἔδοξεν Ῥαμνουσίοις· Ἐλπίνικος
[Μ]νησίππου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Δικαίαρχος πατρικὴν
[π]αρειληφὼς φιλίαν πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ
[κ]οινὸν τῶν <Ῥ>α<μ>ν̣οῦντι ταττομένων, διαφυλάττει τὴν φιλί-
5 [α]ν, καὶ κατασταθεὶς μετὰ τοῦ πατρὸς Ἀπολλωνίου ὑπὸ το[ῦ]
〚β̣α̣σι̣λ̣έ[ω]ς Ἀ̣ν̣τ̣ι̣γ̣όνου〛 ἐπὶ τὴν φυλακὴν τοῦ φρουρίου καλ[ῶς]
καὶ φιλοτίμως ἐπεμελήθη τῆς τε φυλακῆς τοῦ φρουρίου καὶ
τῶν οἰκούντων ἐν αὐτῶι, εὔτακτον παρέχων αὑτόν τε καὶ τοὺς
στρατιώτας τοὺς ὑπὸ τὸν πατέρα ταττομένους, καὶ διὰ
10 ταῦτα αὐτοὺς ἀμφοτέρους Ῥαμνούσιοι καὶ Ἀθηναίων οἱ οἰ-
κοῦντες τὸ φρούριον ἐστεφάνωσαν χρυσῶι στεφάνωι κατὰ
τὸν νόμον· ὡσαύτως δὲ καὶ ἐπ’ Ἐλευσῖνος γενόμενος ὁ πατὴρ
[αὐ]τοῦ ἐπ<η>ινέθη καὶ ἐστεφανώθη ὑπό τε Ἐλευσινίων καὶ τῶν ἄλ-
λων Ἀθηναίων τῶν οἰκούντων ἐν τῶι φρουρίωι· καὶ πάλιν αὐτὸς
15 κατασταθεὶς εἰς Πάνακτον καλῶς καὶ ἐνδόξω̣ς ἐπεμελήθη
τῆς τε τοῦ φρουρίου φυλακῆς καὶ τῆς ἄλλης χώρας τῆς Ἀττι-
κῆς· καὶ νῦν τεταγμένος ὑπὸ τοῦ βασιλέως Δημητρίου ἐν τεῖ
ἄκραι τεῖ Ἐρετριέων διατελεῖ εὔνους ὢν τῶι δήμωι τῶι Ἀθη-
ναίων καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι τοῖς ὑπεκτεθημένοις τὰ βοσκή-
20 ματα διὰ τὸν πόλεμον διασώιζων καὶ βοηθῶν εἰς ὃ ἂν αὐτ[όν]
τις παρακαλεῖ· καὶ παραγενομένου τοῦ στρατηγοῦ Φιλοκή-
[δ]ου εἰς Ἐρετρίαν συνηγόρησέν τε τούτωι καὶ τῶν πολιτῶν
[ἕ]να ἀπηγμένον ἐπὶ θανάτωι ἐξ<ε>ί<λ>ετο ἐκ τοῦ [δε]σμωτηρί[ου]
καὶ ἀνέσωισεν ἀποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸς
25 τοὺς πολίτας· ἐπαγγέλλεται δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον
εἰς ὃ ἂν αὐτόν τις παρακαλεῖ ἢ κοινεῖ ὁ δῆμος ἢ ἰδίαι τις τῶ[ν]
πολιτῶν χρείας παρέξεσθαι· ἔδωκεν δὲ καὶ ἱερεῖα εἰς τὴν θυ-
σίαν τῶν Νεμεσίων καὶ τοῦ βασιλέως ἐκ τῶν ἰδίων, ἐγλειπου-
[σ]ῶν τῶν θυσιῶν διὰ τὸν πόλεμον, ὅπως ἔχει καλῶς τὰ πρὸς
30 [τ]ὰς θεὰς v Ῥαμνουσίοις· τύχει τεῖ ἀγαθεῖ δεδόχθαι Ῥαμνου-
σίοις καὶ τοῖς [ἄλ]λοις Ἀθηναίοις καὶ τ[οῖ]ς οἰκοῦσιν ἐν Ῥαμνοῦν-
τι πᾶσιν v ἐπαινέσαι Δικαίαρχον Ἀ̣[π]ο̣λλωνίου Θριάσιον ἀρ[ε]-
τῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς τε τὸν 〚[βασιλέ]〛-
〚α̣ Δη̣μ̣[ήτ]ρ̣ι[ο]ν̣〛 καὶ εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ εἰς τὸ
35 κοινὸν τῶν οἰκ[ού]ντων <Ῥ>αμνοῦντα, καὶ στεφανῶσαι αὐτὸν χ̣[ρυ]-
σῶι στεφάνωι κατὰ τὸν νόμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα τοὺς ἐπιμελητὰς καὶ τὸν δήμαρχο[ν] τὸν Ῥαμνουσίων
ἐν στήλαις λιθίναις δυεῖν, ἵνα εἶ ὑπόμνημα τοῖς βουλομένοις
εὐεργετεῖν τὸ κοινὸν Ῥαμνουσίων καὶ τῶν οἰκούντων τὸ φρού-
40 ριον, καὶ στῆσαι τὴν μὲν ἐν τῶι τεμένει τοῦ Διονύσου, τὴν δ’ ἐν
τῶι Νεμεσίωι· εἰς δὲ τὴν ποίησιν τῶν στηλῶν καὶ τὴν ἀναγρ[α]-
φὴν τοῦ ψηφίσματος μερίσαι τὸν ταμίαν τὸν Ῥαμνουσίων
τὸ ἀναλωθὲν καὶ λογίσασθαι τοῖς δημόταις· ἑλέσθαι δὲ κ[αὶ]
ἐξ ἑαυ[τῶν] πέντε ἄνδρας οἵτινες συντελοῦσιν τὰ ἐψηφισ-
45 μένα ἤδη· οἵδε εἱρέθησαν· Ἐλπίνινικος Μνησίππου, Λυκέας
Ἱεροκλέου, Στρόμβιχος Κλεοδωρίδου, Θρασύμαχος Ἀντιμάχου,
Λυσίθεος Διοκλέου.  vac.
47a                       in corona:
48                      οἱ [οἰ]κοῦντες
                      τῶν πολιτῶν
50                       Ῥαμνοῦντι
                       Δικαίαρχον.
Search Help
Contact Us