[ ]
Att. — Rhamnous — non-stoich. — 236/5 BC — FortRham 129,15
1 | ἐπὶ 〚Ἐκχφάντου〛 {υ} ἄρχοντος· ἔδοξεν Ῥαμνουσίοις· Ἐλπίνικος |
[Μ]νησίππου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Δικαίαρχος πατρικὴν | |
[π]αρειληφὼς φιλίαν πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ | |
[κ]οινὸν τῶν <Ῥ>α<μ>ν̣οῦντι ταττομένων, διαφυλάττει τὴν φιλί- | |
5 | [α]ν, καὶ κατασταθεὶς μετὰ τοῦ πατρὸς Ἀπολλωνίου ὑπὸ το[ῦ] |
〚β̣α̣σι̣λ̣έ[ω]ς Ἀ̣ν̣τ̣ι̣γ̣όνου〛 ἐπὶ τὴν φυλακὴν τοῦ φρουρίου καλ[ῶς] | |
καὶ φιλοτίμως ἐπεμελήθη τῆς τε φυλακῆς τοῦ φρουρίου καὶ | |
τῶν οἰκούντων ἐν αὐτῶι, εὔτακτον παρέχων αὑτόν τε καὶ τοὺς | |
στρατιώτας τοὺς ὑπὸ τὸν πατέρα ταττομένους, καὶ διὰ | |
10 | ταῦτα αὐτοὺς ἀμφοτέρους Ῥαμνούσιοι καὶ Ἀθηναίων οἱ οἰ- |
κοῦντες τὸ φρούριον ἐστεφάνωσαν χρυσῶι στεφάνωι κατὰ | |
τὸν νόμον· ὡσαύτως δὲ καὶ ἐπ’ Ἐλευσῖνος γενόμενος ὁ πατὴρ | |
[αὐ]τοῦ ἐπ<η>ινέθη καὶ ἐστεφανώθη ὑπό τε Ἐλευσινίων καὶ τῶν ἄλ- | |
λων Ἀθηναίων τῶν οἰκούντων ἐν τῶι φρουρίωι· καὶ πάλιν αὐτὸς | |
15 | κατασταθεὶς εἰς Πάνακτον καλῶς καὶ ἐνδόξω̣ς ἐπεμελήθη |
τῆς τε τοῦ φρουρίου φυλακῆς καὶ τῆς ἄλλης χώρας τῆς Ἀττι- | |
κῆς· καὶ νῦν τεταγμένος ὑπὸ τοῦ βασιλέως Δημητρίου ἐν τεῖ | |
ἄκραι τεῖ Ἐρετριέων διατελεῖ εὔνους ὢν τῶι δήμωι τῶι Ἀθη- | |
ναίων καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι τοῖς ὑπεκτεθημένοις τὰ βοσκή- | |
20 | ματα διὰ τὸν πόλεμον διασώιζων καὶ βοηθῶν εἰς ὃ ἂν αὐτ[όν] |
τις παρακαλεῖ· καὶ παραγενομένου τοῦ στρατηγοῦ Φιλοκή- | |
[δ]ου εἰς Ἐρετρίαν συνηγόρησέν τε τούτωι καὶ τῶν πολιτῶν | |
[ἕ]να ἀπηγμένον ἐπὶ θανάτωι ἐξ<ε>ί<λ>ετο ἐκ τοῦ [δε]σμωτηρί[ου] | |
καὶ ἀνέσωισεν ἀποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸς | |
25 | τοὺς πολίτας· ἐπαγγέλλεται δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον |
εἰς ὃ ἂν αὐτόν τις παρακαλεῖ ἢ κοινεῖ ὁ δῆμος ἢ ἰδίαι τις τῶ[ν] | |
πολιτῶν χρείας παρέξεσθαι· ἔδωκεν δὲ καὶ ἱερεῖα εἰς τὴν θυ- | |
σίαν τῶν Νεμεσίων καὶ τοῦ βασιλέως ἐκ τῶν ἰδίων, ἐγλειπου- | |
[σ]ῶν τῶν θυσιῶν διὰ τὸν πόλεμον, ὅπως ἔχει καλῶς τὰ πρὸς | |
30 | [τ]ὰς θεὰς v Ῥαμνουσίοις· τύχει τεῖ ἀγαθεῖ δεδόχθαι Ῥαμνου- |
σίοις καὶ τοῖς [ἄλ]λοις Ἀθηναίοις καὶ τ[οῖ]ς οἰκοῦσιν ἐν Ῥαμνοῦν- | |
τι πᾶσιν v ἐπαινέσαι Δικαίαρχον Ἀ̣[π]ο̣λλωνίου Θριάσιον ἀρ[ε]- | |
τῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς τε τὸν 〚[βασιλέ]〛- | |
〚α̣ Δη̣μ̣[ήτ]ρ̣ι[ο]ν̣〛 καὶ εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ εἰς τὸ | |
35 | κοινὸν τῶν οἰκ[ού]ντων <Ῥ>αμνοῦντα, καὶ στεφανῶσαι αὐτὸν χ̣[ρυ]- |
σῶι στεφάνωι κατὰ τὸν νόμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
μα τοὺς ἐπιμελητὰς καὶ τὸν δήμαρχο[ν] τὸν Ῥαμνουσίων | |
ἐν στήλαις λιθίναις δυεῖν, ἵνα εἶ ὑπόμνημα τοῖς βουλομένοις | |
εὐεργετεῖν τὸ κοινὸν Ῥαμνουσίων καὶ τῶν οἰκούντων τὸ φρού- | |
40 | ριον, καὶ στῆσαι τὴν μὲν ἐν τῶι τεμένει τοῦ Διονύσου, τὴν δ’ ἐν |
τῶι Νεμεσίωι· εἰς δὲ τὴν ποίησιν τῶν στηλῶν καὶ τὴν ἀναγρ[α]- | |
φὴν τοῦ ψηφίσματος μερίσαι τὸν ταμίαν τὸν Ῥαμνουσίων | |
τὸ ἀναλωθὲν καὶ λογίσασθαι τοῖς δημόταις· ἑλέσθαι δὲ κ[αὶ] | |
ἐξ ἑαυ[τῶν] πέντε ἄνδρας οἵτινες συντελοῦσιν τὰ ἐψηφισ- | |
45 | μένα ἤδη· οἵδε εἱρέθησαν· Ἐλπίνινικος Μνησίππου, Λυκέας |
Ἱεροκλέου, Στρόμβιχος Κλεοδωρίδου, Θρασύμαχος Ἀντιμάχου, | |
Λυσίθεος Διοκλέου. vac. | |
47a | in corona: |
48 | οἱ [οἰ]κοῦντες |
τῶν πολιτῶν | |
50 | Ῥαμνοῦντι |
Δικαίαρχον. |