[ ]
Att. — Athens — non-stoich. — 303/2 BC?
1 | [ἔδοξε]ν τοῖς ἐθελονταῖς ἐπ[ιλέκτοις· ἐπειδὴ πρότερον μὲν Δημήτριος] |
ὁ μέγας ἀφικόμενος εἰς τὴν [Ἀττικὴν μετὰ ναυτικῆς καὶ πεζικῆς δυνά]- | |
μεως τοὺς ὑπεναντίους τῆι δ[ημοκρατίαι ἐξέβαλε καὶ ἠλευθέρωσε τὴν] | |
χώραν τὴν Ἀθηναίων καὶ τῶν ἄλ[λων πλείστων Ἑλλήνων, νῦν δ’ Ἀθηναίοις πα]- | |
5 | ραγέγονεν βοηθήσων μετὰ δυν[άμεως καὶ μείζονος καὶ τῶν ἐχθρῶν περι]- |
γενόμενος πολλὰς μὲν ἤδη πόλ[εις ὑπέταξεν τῆι τοῦ πατρὸς Ἀντιγόνου] | |
βασιλείαι, κίνδυνον καὶ πόν[ον αὐτὸς μὲν πάντα ὑπομένων, τοὺς δὲ μετ’ αὐ]- | |
τοῦ τιμῶν καὶ περὶ πλείστο[υ ποιούμενος τὴν σωτηρίαν αὐτῶν, τούτων δὲ] | |
καὶ δεηθέντων ἡγεῖσθαι τῆ[ς ἐλευθερίας καὶ συναντιλαμβάνεσθαι τῶν] | |
10 | κατὰ Πελοπόννησον πράξεων πο[ρευθεὶς εὐθὺς σὺν τοῖς ἐθελονταῖς ἐπιλέ]- |
κτοις ἐξέβαλεν ἐκ τῆς χώρας τοὺ[ς ὑπεναντίους, v τύχηι οὖν ἀγαθῆι δεδό]- | |
[χ]θαι τοῖς ἐθελονταῖς ἐπιλέκτοι[ς ἐπαινέσαι ἀρετῆς ἕνεκα καὶ εὐνοίας] | |
[Δ]ημήτριον Ἀντιγόνου βασιλέα β[ασιλέως υἱὸν καὶ στῆσαι αὐτοῦ εἰκόνα] | |
[ἐ]φ’ ἵππου ἐν ἀγορᾶι παρὰ τὴν Δημο[κρατίαν· παρακαλέσαι δὲ Ἀθηναίους καὶ] | |
15 | [τ]οὺς ἄλλους Ἕλληνας ἱδρύσασθαι Δ[ημητρίωι βωμοὺς καὶ τεμένη· τοὺς δὲ κα]- |
θισταμένους εἰς τὰς θυσίας τὰς [συντελουμένας ὑπὲρ Ἀντιγόνου καὶ Δημητ]- | |
ρίου καὶ Δημητρίωι Σωτῆρι θύειν [θύματα παριστάνοντας εἰς τὴν θυσία]- | |
ν ὡς σεμνότατα καὶ κάλλιστα κα[ὶ ἀνειπεῖν τὰς τιμὰς τὰς ὑπὸ τῶν ἐθελον]- | |
τῶν ἐπιλέκτων τῶι βασιλεῖ δεδ[ομένας, ὅπως ἂν, καθάπερ αὐτοὶ ἐκ τῶν ἰδί]- | |
20 | ων τετιμήκασιν τοὺς εὐεργέτ[ας, καὶ ἄλλοι αὐτοὺς ἐπιφανεστάταις τι]- |
μαῖς τιμῶσιν ἐπ[α]κο[λουθο]ῦντ[ες — — — — — — — — — — — — — — — — —] | |
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |