[ ] Att. — Teithras — ca. mid-4th c. BC
1 Βλέπυρος εἶπ〚{ε}〛εν {²⁶εἶπεν}²⁶· ἐπειδὴ Εὔθιππος καλῶς καὶ δικαί-
{ι}ως {²⁶δικαίως}²⁶ ἐπεμελήθη το͂ ἀγάλματος καὶ μεῖζον ἐποίησεν
ἢ ὡμολόγησεν καὶ προσαν[ή]λωσεν ἀργύριον, ἐψηφίσ-
θαι Τειθρασίοις ἐπαινέσαι Εὔθιππον καὶ στεφανῶ-
5 [σ]αι θαλλο͂ στεφάνωι καὶ προσαποδο͂ναι αὐτῶι μνᾶ-
ν ἀργυρίο ἐκ το͂ καταβληθέντος ἀργυρίο· ἀναγρα-
ψαι δὲ τόδε τὸ ψήφισμα ἐν στή[λ]ηι λιθίνηι καὶ στῆσα-
ι ἐν τῶι Κορείωι.         vacat
          vacat
Search Help
Contact Us