[ ] Att. — end 4th c. BC — SEG 18.120
4 [π]ολλ[ο]ῖς ΑΓΝΗΟΝ δαίμων βίον ὤπασε προῖκ[α]
5   παύροισιν δὲ ἔτυμογ κτῆμα δικαιοσύνην,
ἧς μέρος οὐκ ἐλάχιστον ὅδε ζωοῖσι μετασ[χὼν]
Δαιοκράτης κοινοῦ τέρμα ἐπέρησε βίου,
οἰκείαις δ’ ἐγ χερσὶ τέκνων ἀλόχου τε ἀδα̣[κ]ρυ[τὶ]
[ε]ὐξυνέτου Μοίρας εἰς τὸ χρεὼν δί̣δοται.
Search Help
Contact Us