[ ]
Att. — [Troizen] — 300-265 BC — Meiggs/Lewis 23
1 | [θεοί]. |
ἔδοξ[εν] τῆι̣ βουλῆι καὶ τῶι δήμωι· | |
Θεμισ[τοκλ]ῆ̣ς̣ Ν̣εοκλέ̣ους Φρεάρριος εἶπεν· | |
τὴ[μ] μὲ̣ν̣ πό[λιν παρ]ακ̣α̣τ[αθέ]σθαι τῆι Ἀθηνᾶι τῆι Ἀθηνῶ- | |
5 | μ [μεδεο]ύ[σηι] κ[αὶ τοῖς ἄλλ]οις θε̣οῖς ἅ̣πα̣σιν φυλάττει- |
ν κ̣α̣[ὶ] ἀ̣μ̣[ύνειν τὸμ βά]ρ̣β̣α̣ρ̣[ο]ν ὑπὲρ τῆς χώρας· Ἀθηναίου- | |
[ς δ’ ἅπ]α̣[ντας καὶ τοὺς ξένο]υ̣ς τοὺς οἰκοῦντας Ἀθήνησι | |
[τὰ τέκ]ν[α καὶ τὰς γυναῖκ]α̣ς̣ ε̣[ἰς] Τροιζῆνα καταθέσθαι | |
τ̣[․․․․․․․․․20․․․․․․․․․] τοῦ̣ ἀ̣ρχηγέτου τῆς χώρας· τ- | |
10 | [οὺς δὲ πρεσβύτας καὶ τὰ] κτήματα εἰς Σαλαμῖνα καταθ- |
έ[σ]θ[αι· τοὺς δὲ ταμίας καὶ τ]ὰς ἱερέας ἐν τῆι ἀκροπόλε- | |
[ι μένειν φυλάττοντας τὰ τῶ]ν̣ θ̣εῶν· τοὺς δὲ ἄλλους Ἀθη- | |
[ναίους ἅπαντας καὶ τοὺς ξέ]νο̣υς τοὺς ἡβῶντας εἰσβαί- | |
νειν ε̣[ἰς τὰς ἑτοιμασθ]ε̣[ί]σ̣[α]ς̣ διακοσίας ναῦς καὶ ἀμύ- | |
15 | νεσ[θαι] τ[ὸμ βάρβαρον ὑπὲρ τῆ]ς ἐλευθερίας τῆς τε ἑαυ- |
τῶ̣ν [καὶ τῶν ἄλλων Ἑλλήνων] μετὰ Λακεδαιμονίων καὶ Κο- | |
ρ̣ι̣ν̣[θίων καὶ Αἰγινητῶν] κ̣α̣ὶ τῶν ἄλλων τῶμ βουλομένω- | |
[ν] κ̣οινω[νήσειν τοῦ κινδύνο]υ· καταστῆσαι δὲ καὶ τριη̣- | |
[ρ]ά̣[ρχους διακοσίους ἕνα ἐπὶ] τὴν ναῦν ἑκάστην τοὺς [σ]- | |
20 | τρατη[γ]οὺ[ς ἀρχομένους τ]ῆι αὔριον ἡμέραι ἐκ τῶν κ[εκ]- |
τ̣η̣μ̣έ̣ν̣[ω]ν̣ γ̣[ῆν] τ̣[ε κ]α̣ὶ̣ [οἰκί]αν Ἀθ[ή]νησι καὶ οἷς ἂμ παῖδ[ες] | |
ὦσ̣ι γνή[σιοι μὴ πρεσβυτέρο]υς πεντήκοντα ἐτῶν κα̣[ὶ ἐ]- | |
πικλ[ηρῶσαι αὐτ]ο̣ῖ̣ς [τ]ὰς να̣ῦς· vv καταλέξαι δὲ καὶ ἐπ̣[ι]- | |
βάτας [δ]έκα̣ [ἐφ’ ἑκάστη]ν ναῦν ἐκ τῶν ὑπὲρ εἴκοσιν ἔτη [γ]- | |
25 | εγονότω[ν μέχρι τριά]κο̣ντα ἐτῶν καὶ τοξότας τέτταρ- |
ας· δια[κληρῶσαι δὲ κ]α̣ὶ̣ [τ]ὰ̣ς̣ ὑ̣πηρεσίας ἐπὶ τὰς ναῦς ὅτ- | |
αμπερ κ[αὶ τοὺς τριηράρ]χους ἐπικληρῶσιν· ἀναγράψα- | |
ι δὲ κα̣[ὶ τοὺς ἄλλους {²⁷ναύτας?}²⁷ κατὰ] ναῦ̣ν̣ τοὺς στρατηγοὺς εἰς λ- | |
ευκώ[ματα, τοὺς μὲν Ἀ]θ̣η̣ν̣α̣ί̣ο̣υ̣ς ἐκ τῶν ληξιαρχικῶν γρ- | |
30 | αμματεί̣[ων, τοὺς] δ̣ὲ̣ ξ[έν]ους ἐκ τῶν ἀπογεγραμμένων πα̣- |
[ρ]ὰ̣ τ̣ῶι [πολε]μ̣[άρχ]ω̣[ι]· ἀνα̣γράφειν δὲ νέμοντας κατὰ τάξ- | |
ει[ς ε]ἰς διακοσία[ς] ἀ̣[ν]ὰ̣ ἑκατὸν ἀριθμὸν καὶ ἐπιγράψα- | |
ι τ̣ῆ̣ι̣ [τάξ]ει̣ ἑ̣κ̣ά̣στηι τῆς τρι̣ήρους τοὔνομα καὶ τοῦ τρι- | |
η̣ράρχου καὶ τ̣ῆ̣ς̣ ὑ̣πηρε[σί]ας, ὅπως ἂν εἰδῶσιν εἰς ὁποί- | |
35 | αν τριήρη ἐ[μ]βήσεται ἡ [τ]άξις ἑ[κ]άστη· ἐπειδὰν δὲ νεμη- |
θ̣ῶσ̣ιν ἅπα[σ]αι αἱ τάξεις καὶ ἐπικληρωθῶσι ταῖς τριή- | |
ρεσ̣ι, πλ̣η̣ροῦν ἁ̣[π]άσας̣ τὰς διακοσίας ναῦς τὴμ βουλὴν | |
καὶ τ̣[ο]ὺ̣σ̣τρατηγ̣οὺ[ς {²⁶τοὺς στρατηγοὺς}²⁶ θύ]σαντας ἀρεστήριον τῶι Διὶ τῶι | |
Παγκρατεῖ καὶ τῆι Ἀθηνᾶι {καὶ}(?) τῆι Νίκηι καὶ τῶι Ποσει- | |
40 | δῶνι τῶι Ἀσφα[λ]είωι· vv ἐπειδὰν δὲ πεπληρωμέναι ὦσιν |
αἱ νῆες̣, τα[ῖ]ς μὲν ἑκατὸν αὐτῶν βοηθεῖν ἐπὶ τὸ Ἀρτεμίσ- | |
[ι]ο̣ν τ̣ὸ̣ Εὐβοϊκόν, ταῖς δὲ ἑκατὸν αὐτῶν περὶ τὴν Σαλαμ- | |
ῖνα καὶ τὴν ἄλλην Ἀττικὴν ναυλοχεῖν καὶ φυλάττειν | |
τὴν χώρ̣α̣ν· ὅπως δ’ ἂν καὶ ὁμονοοῦντες ἅπαντες Ἀθηναῖοι | |
45 | ἀ̣μ̣ύ̣νωνται τὸμ βάρβαρον, τοὺς μὲν μεθεστηκότας τὰ [δ]- |
[έκα] ἔτη ἀπιέναι εἰς Σαλαμῖνα καὶ μένειν αὐτοὺς̣ ἐ̣[κε]- | |
[ῖ ἕως ἄν τι τῶι δήμ]ω̣ι δόξηι περὶ αὐτῶν· τοὺς δὲ [ἀτίμου]- | |
[ς — — — — — — — — — —] reliquiae incertae — — — — — — — |