[ ] Att. — [Troizen] — 300-265 BC — Meiggs/Lewis 23
1 [θεοί].
ἔδοξ[εν] τῆι̣ βουλῆι καὶ τῶι δήμωι·
Θεμισ[τοκλ]ῆ̣ς̣ Ν̣εοκλέ̣ους Φρεάρριος εἶπεν·
τὴ[μ] μὲ̣ν̣ πό[λιν παρ]ακ̣α̣τ[αθέ]σθαι τῆι Ἀθηνᾶι τῆι Ἀθηνῶ-
5 μ [μεδεο][σηι] κ[αὶ τοῖς ἄλλ]οις θε̣οῖς ἅ̣πα̣σιν φυλάττει-
ν κ̣α̣[ὶ] ἀ̣μ̣[ύνειν τὸμ βά]ρ̣β̣α̣ρ̣[ο]ν ὑπὲρ τῆς χώρας· Ἀθηναίου-
[ς δ’ ἅπ]α̣[ντας καὶ τοὺς ξένο]υ̣ς τοὺς οἰκοῦντας Ἀθήνησι
[τὰ τέκ]ν[α καὶ τὰς γυναῖκ]α̣ς̣ ε̣[ἰς] Τροιζῆνα καταθέσθαι
τ̣[․․․․․․․․․20․․․․․․․․․] τοῦ̣ ἀ̣ρχηγέτου τῆς χώρας· τ-
10 [οὺς δὲ πρεσβύτας καὶ τὰ] κτήματα εἰς Σαλαμῖνα καταθ-
[σ]θ[αι· τοὺς δὲ ταμίας καὶ τ]ὰς ἱερέας ἐν τῆι ἀκροπόλε-
[ι μένειν φυλάττοντας τὰ τῶ]ν̣ θ̣εῶν· τοὺς δὲ ἄλλους Ἀθη-
[ναίους ἅπαντας καὶ τοὺς ξέ]νο̣υς τοὺς ἡβῶντας εἰσβαί-
νειν ε̣[ἰς τὰς ἑτοιμασθ]ε̣[ί]σ̣[α]ς̣ διακοσίας ναῦς καὶ ἀμύ-
15 νεσ[θαι] τ[ὸμ βάρβαρον ὑπὲρ τῆ]ς ἐλευθερίας τῆς τε ἑαυ-
τῶ̣ν [καὶ τῶν ἄλλων Ἑλλήνων] μετὰ Λακεδαιμονίων καὶ Κο-
ρ̣ι̣ν̣[θίων καὶ Αἰγινητῶν] κ̣α̣ὶ τῶν ἄλλων τῶμ βουλομένω-
[ν] κ̣οινω[νήσειν τοῦ κινδύνο]υ· καταστῆσαι δὲ καὶ τριη̣-
[ρ]ά̣[ρχους διακοσίους ἕνα ἐπὶ] τὴν ναῦν ἑκάστην τοὺς [σ]-
20 τρατη[γ]οὺ[ς ἀρχομένους τ]ῆι αὔριον ἡμέραι ἐκ τῶν κ[εκ]-
τ̣η̣μ̣έ̣ν̣[ω]ν̣ γ̣[ῆν] τ̣[ε κ]α̣ὶ̣ [οἰκί]αν Ἀθ[ή]νησι καὶ οἷς ἂμ παῖδ[ες]
ὦσ̣ι γνή[σιοι μὴ πρεσβυτέρο]υς πεντήκοντα ἐτῶν κα̣[ὶ ἐ]-
πικλ[ηρῶσαι αὐτ]ο̣ῖ̣ς [τ]ὰς να̣ῦς· vv καταλέξαι δὲ καὶ ἐπ̣[ι]-
βάτας [δ]έκα̣ [ἐφ’ ἑκάστη]ν ναῦν ἐκ τῶν ὑπὲρ εἴκοσιν ἔτη [γ]-
25 εγονότω[ν μέχρι τριά]κο̣ντα ἐτῶν καὶ τοξότας τέτταρ-
ας· δια[κληρῶσαι δὲ κ]α̣ὶ̣ [τ]ὰ̣ς̣ ὑ̣πηρεσίας ἐπὶ τὰς ναῦς ὅτ-
αμπερ κ[αὶ τοὺς τριηράρ]χους ἐπικληρῶσιν· ἀναγράψα-
ι δὲ κα̣[ὶ τοὺς ἄλλους {²⁷ναύτας?}²⁷ κατὰ] ναῦ̣ν̣ τοὺς στρατηγοὺς εἰς λ-
ευκώ[ματα, τοὺς μὲν Ἀ]θ̣η̣ν̣α̣ί̣ο̣υ̣ς ἐκ τῶν ληξιαρχικῶν γρ-
30 αμματεί̣[ων, τοὺς] δ̣ὲ̣ ξ[έν]ους ἐκ τῶν ἀπογεγραμμένων πα̣-
[ρ]ὰ̣ τ̣ῶι [πολε]μ̣[άρχ]ω̣[ι]· ἀνα̣γράφειν δὲ νέμοντας κατὰ τάξ-
ει[ς ε]ἰς διακοσία[ς] ἀ̣[ν]ὰ̣ ἑκατὸν ἀριθμὸν καὶ ἐπιγράψα-
ι τ̣ῆ̣ι̣ [τάξ]ει̣ ἑ̣κ̣ά̣στηι τῆς τρι̣ήρους τοὔνομα καὶ τοῦ τρι-
η̣ράρχου καὶ τ̣ῆ̣ς̣ ὑ̣πηρε[σί]ας, ὅπως ἂν εἰδῶσιν εἰς ὁποί-
35 αν τριήρη ἐ[μ]βήσεται ἡ [τ]άξις ἑ[κ]άστη· ἐπειδὰν δὲ νεμη-
θ̣ῶσ̣ιν ἅπα[σ]αι αἱ τάξεις καὶ ἐπικληρωθῶσι ταῖς τριή-
ρεσ̣ι, πλ̣η̣ροῦν ἁ̣[π]άσας̣ τὰς διακοσίας ναῦς τὴμ βουλὴν
καὶ τ̣[ο]ὺ̣σ̣τρατηγ̣οὺ[ς {²⁶τοὺς στρατηγοὺς}²⁶ θύ]σαντας ἀρεστήριον τῶι Διὶ τῶι
Παγκρατεῖ καὶ τῆι Ἀθηνᾶι {καὶ}(?) τῆι Νίκηι καὶ τῶι Ποσει-
40 δῶνι τῶι Ἀσφα[λ]είωι· vv ἐπειδὰν δὲ πεπληρωμέναι ὦσιν
αἱ νῆες̣, τα[ῖ]ς μὲν ἑκατὸν αὐτῶν βοηθεῖν ἐπὶ τὸ Ἀρτεμίσ-
[ι]ο̣ν τ̣ὸ̣ Εὐβοϊκόν, ταῖς δὲ ἑκατὸν αὐτῶν περὶ τὴν Σαλαμ-
ῖνα καὶ τὴν ἄλλην Ἀττικὴν ναυλοχεῖν καὶ φυλάττειν
τὴν χώρ̣α̣ν· ὅπως δ’ ἂν καὶ ὁμονοοῦντες ἅπαντες Ἀθηναῖοι
45 ἀ̣μ̣ύ̣νωνται τὸμ βάρβαρον, τοὺς μὲν μεθεστηκότας τὰ [δ]-
[έκα] ἔτη ἀπιέναι εἰς Σαλαμῖνα καὶ μένειν αὐτοὺς̣ ἐ̣[κε]-
[ῖ ἕως ἄν τι τῶι δήμ]ω̣ι δόξηι περὶ αὐτῶν· τοὺς δὲ [ἀτίμου]-
[ς — — — — — — — — — —] reliquiae incertae — — — — — — —
Search Help