[ ] Att. — Teithras — non-stoich. — 50-1 BC
1 [— — — — — — — Ἴ]σ̣ιδι̣ Σαρ[άπι]δ̣ι̣ — — — — — — —
— — — — — — —ς προσιδρυσάτω̣ — — — — — — — — — —
— — — — — — —έτω τὸ παρὰ ταῦτα̣ — — — — — — — — —
[— — — — — ὁμ]οίως δὲ μήτ’ ἐν τ — — — — — — — —
5 — — — — — — —ε̣να· εἰ δὲ μὴ ὀφιλέτωσαν κα․․c.8․․․
[— — — — — — κ]α̣ὶ ἔνοχοι ἔστωσαν τῇ ἀσεβήα̣ ․․c.7․․
— — — — — —ων μὴ ἐξέστω δὲ ζακορεύιν δ․c.6․․
[ἐὰν δέ τι]ς̣ π̣α̣ρ̣ὰ̣ ταῦτα πράξῃ ἢ βιάσηται, ἔστω κ[ατὰ αὐ]-
[τοῦ φάσι]ς πρὸς τὴν βουλὴν καὶ τὸν βασιλέα Ἀθή[νησιν]
10 [τῷ βουλομέ]νῳ οἷς ἔξεστιν· κωλυέτωσαν δὲ καὶ τ[ούτους]
[τῶν παρε]λ̣ηλυθότων ὅσους ἂν ἐπίγνωσιν v εἰσ[ελθεῖν]
[τὸ ἱερ]ὸν̣ τῶν θεῶν v ὁμοίως δὲ καὶ τοὺς ἀνατιθ[έντας]
․c.5․ χωρὶς τοῦ αἰτήσασθαι τὴν πάντων κυρ̣ί̣[αν ․․․]-
λ̣ην· ἀναγραψάτωσαν δὲ οἱ εἰσενένκαντες τόδε [τὸ δόγ]-
15 μα ἐν τῇ παραστάδι τῆ<ς> στοᾶς ἢ οὗ ἂν ἀτοῖς φα[νηται]
ἐπιτήδηον εἶναι πρὸς τὸ μένιν εἰς τὸν πάν[τα χρόνον]
τὰ δόξαντα τῇ βουλῇ· τὸ δὲ αὐτὸ καὶ ἐν σανίδι λε[λευκω]-
μένῃ καὶ παραδότω<σ>αν τῷ ἱερῖ ὅπως ἐκκίμενον [δι’ ἑκάσ]-
της ἡμέρας πρὸ τοῦ ναοῦ ἵνα τούτων συντελου[μέ]-
20 νω̣ν φαίνηται ἡ βουλὴ πλίστην πρόνοιαν ποιουμέν[η]
 vacat τῆς πρὸς τὴν θεὸν εὐσεβείας. vacat
Search Help