[ ] Att. — ca. 150 AD — IG II² 13190
See also:
1 [π]ρὸς θεῶν̣ καὶ ἡ̣ρ̣[ώ]ων, ὅστις
ε̣ἶ τὸν χῶρο̣ν ἔ̣χ̣ω̣ν μήποτε με̣-
τ̣ακεινήσης̣ τ̣ο̣ύ̣τ̣ων τι [καὶ τὰς]
τ̣ούτων τῶν ἀ̣γα̣λ̣μά[τω]ν̣ ε̣ἰ[κό]-
5 νας καὶ τιμάς· ὅ̣σ̣τ̣ις ἢ̣ [καθ]έ̣λ[οι]
ἢ μετακεινοίη, το̣ύ̣τῳ μήτε γ̣ῆ̣[ν]
κ̣αρπὸν [φ]έρειν, μ̣ήτε θ̣ά̣λασσα̣[ν]
[π]λωτὴν εἶναι, κ̣ακῶς̣ τ̣ε ἀ̣π̣ο̣λέ-
σθαι αὐτόν τε καὶ γ̣έν̣ος̣· ὅ̣σ̣τις δ[ὲ]
10 κατὰ χώραν φυλάσσων̣ κ̣α̣ὶ τειμ̣ῶ̣[ν]
τὰ εἰωθότα καὶ αὔξ̣ω̣ν δ̣ια̣μ̣[έ]-
νοι, πολλὰ καὶ ἀ̣γ̣αθὰ εἶναι τ[ού]-
τ̣ῳ καὶ αὐτῷ καὶ ἐκ̣γόνοις·
λυμήνασθαι δέ, μήτε λωβ̣ή̣-
15 σασθαι μηδ̣ὲ̣ν ἢ ἀποκροῦσ[α]-
[ι] ἢ συνθ̣ρ̣αῦσαι ἢ̣ σ̣υ̣νχ̣έαι τῆ[ς]
μορφῆς καὶ τ̣ο̣ῦ σχήματος· ε̣[ἰ]
δέ τις οὕτω ποιήσει, ἡ αὐτ[ὴ]
καὶ ἐπὶ τούτοις ἀρ̣ά, ἀ̣λ̣λ̣ὰ ἐ̣-
20 ᾶν τά τε ἐπιθέματα τῶν
μορφῶν ἀσινῆ καὶ ἀκέραι[α]
καὶ τὰ ὑποστήματα, τὰς β[ά]-
σεις, ὡς ἐποιήθησαν κ-
αὶ ἐπὶ πρώτῳ τε καὶ ἐπὶ πρ[ώ]-
25 τ̣οις, ὅστις ἢ προστάξειεν
ἑτέρῳ ἢ γνώμης ἄρξειεν
ἢ̣ γνώμῃ συμβάλοιτο ἐπ̣-
ὶ τοῦ τούτων τι κεινηθῆ-
ναι ἢ συνχυθῆναι.
Search Help
Contact Us