[ ] Att. — Athens — 282/1 BC
1 [Δρ]ομοκλῆς Ἀρκέσαντος Ὤαθεν εἶπεν· ἐπει-
[δὴ] οἱ ἵππαρχοι καὶ οἱ φύλαρχοι οἱ ἐπὶ Νικ[ί]-
ου ἄρχοντος διατετελέκασιν ἄρχοντες τὴν
ἀρχὴν κατὰ τοὺς νόμους καὶ ἐπιμελόμενοι
5 τοῦ ἱππικοῦ ὅπως ἂν χρήσιμον ἧι τῶι δήμωι,
ἐπιμεμέληνται δὲ καὶ τῆς καταλογῆς τῶν
ἱππέων καὶ προσκατέστησαν ἱπ<π>εῖς ἑκατὸν
[ὅ]πως ἂν ἀναπληρωθέντες οἱ ἱππεῖς εἰς τὸ
[δυ]νατὸν ἐπὶ τοῦ παρόντος καὶ γενόμενοι
10 [τ]ριοκόσιοι τὰς χρείας παρέχωνται τῆι χώ-
[ρ]αι· ἐπεμελήθησαν δὲ καὶ ὅπως ἂν φύλαρχοι
[ὦ]σιν πάσαις ταῖς φυλαῖς καὶ λυθεῖ ὁ νόμος
[ὁ κ]ωλύων ἐκ πάντων τῶν ἱππέων φυλαρχεῖν
[τὸ]ν βουλόμενον· ἐπιμεμέληνται δὲ καὶ τῶν
15 [τι]μήσεων καὶ τῶν δοκιμασιῶν, ἐποίησαν δὲ
καὶ τὴν τῶν σωμάτων δοκιμασίαν κατὰ τὸν
νόμον μετὰ τῆς βουλῆς καλῶς καὶ συμφερό[ν]-
τως τῶι τε δήμωι καὶ τοῖς ἱππεῦσιν· ἐπιμε-
μέληνται δὲ καὶ τῆς τῶν σίτων δόσεως ὥστ’ ἔ-
20 χειν τοὺς ἱππεῖς εὐτάκτως κατὰ πρυτανεί-
[α]ν ἑκάστην· διατελοῦσι δὲ καὶ τὰ ἄλλα πάν-
τ[α] καὶ ἰδίαι καὶ κοινεῖ φιλοτιμούμενοι
περί τε τοὺς ἱππεῖς καὶ τὸν δῆμον· ἀγαθεῖ
τύχει δεδόχθαι τοῖς ἱππεῦσιν ἐπαινέσαι
25 μὲν τοὺς ἱππάρχους v Ἀ<λ>κίμαχον Κλεοβού-
λου Μυρρινούσιον καὶ vv Νικογέ<ν>ην Ἀρκέ-
σαντος Εὐωνυμέα, ἐπαινέσαι δὲ καὶ τοὺς φυ-
λάρχους v Διονύσιον Γαργήττιον, Μένωνα
Ἱπποτομάδην, Καλλίδημον Εὐωνυμέα, vvvv
30 Καλλιάδην Στειριέα, Λύσιππον Κήττιον, v
Χαρίαν Κεφαλῆθεν, Ἀντίμαχον Ἀχαρνέα, vv
Πρόξενον Φλυέα, Θρασυκλῆν Δεκελεέα, vvv
Ἀριστοφῶντα Οἰναῖον, Πύθωνα Ἀλωπεκῆθεν,
καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσῶι στε-
35 φάνωι κατὰ {τ} v τὸν νόμον ἀρετῆς ἕνεκα καὶ
φιλοτιμίας τῆς εἰς τοὺς ἱππεῖς καὶ τὸν δῆ-
μον, ὅπως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ καθιστάμε-
νοι φιλοτιμῶνται ἐπιμελεῖσθαι τῶν ἱππέ-
ων, εἰδότες ὅτι χάριτας ἀπολήψονται ἀξί-
40 ας τῶν εὐεργετημάτων· ἀναγράψαι δὲ τόδε
[τ]ὸ ψήφισμα τοὺς γραμματεῖς τῶν ἱππάρχων
[ἐν] στήλαις λιθίναις δυεῖν καὶ στῆσαι τὴμ
[μὲν] πρὸς τῶι Ποσειδωνίωι, τὴν δ’ ἑτέραν ἐν
[τῆι σ]τοᾶι τῶν Ἑρμῶν.  vacat
Search Help
Contact Us