[ ] Att. — Athens — 187/6 BC
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 ἀγ[α]θεῖ τύχει δεδόχ[θαι τεῖ βουλεῖ τοὺς προέδρους οἳ ἂν λάχωσιν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρημα]-
τίσαι περὶ τούτων, γν[ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαι]-
νέσαι τὸν ἱππαρχήσα̣[ν]τ̣α ἐπὶ Συμμάχο[υ ἄρχοντος — — — — — — — — — — — — — — — — καὶ στε]-
φανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν ν[όμον ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἔχων διατελεῖ]
5 εἴς τε τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθη[ναίων, καὶ ἀναγορεῦσαι τὸν στέφανον Διονυσίων τε τῶν]
[ἐ]ν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι κ[αὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυ]-
μνικοῖς ἀγῶσιν· τῆς δὲ ποιήσεως τοῦ στ[εφάνου καὶ τῆς ἀναγορεύσεως ἐπιμεληθῆναι τούς τε]
στρατηγοὺς καὶ τὸν ταμίαν τ[ῶ]ν̣ στρατιω[τικῶν· εἶναι δὲ αὐτῶι καὶ εἰς τὸν λοιπὸν χρόνον τὴν αὐτὴν αἵρε]-
σιν διατηροῦντι τιμᾶσθαι καταξίως ὧν ἂν [εὐεργετήσηι· ἵνα δὲ τὰ δεδογμένα φιλάνθρωπα]
10 τῶι δήμωι φανερὰ πᾶσιν εἶ, ἀναγράψαι τόδε τ[ὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς στή]-
λην λιθίνην καὶ στῆσαι πρὸς τοῖς Ἑρμαῖς· τὸ δὲ [γενόμενον ἀνάλωμα εἴς τε τὴν ποίησιν τῆς]
στήλης καὶ τὴν ἀναγρ[α]φὴν καὶ τὴν ἀνάθεσιν μ[ερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν. vacat]
                           vacat
ἐπὶ Θεοξένου ἄρχον̣[το]ς, Ἑκατομβαιῶνος — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —·
ἔδοξεν τοῖς ἱππεῦσ[ι]ν· v Κιχησίας Λέοντος Α̣[ἰξωνεὺς εἶπεν· ἐπειδὴ — — — — — — — — — — — ἱππαρχήσας]
15 τὸν ἐνιαυτὸν τὸν ἐπ[ὶ Σ]υμμάχου ἄρχοντος ἀπ̣[αγγέλλει ὑπὲρ τῶν θυσιῶν γεγονέναι τὰ ἱερὰ καλὰ καὶ σω]-
 τήρια ἀκολούθως τοῖς νόμ̣οις, καὶ ὑποδεξάμε[νος τὴν βουλὴν τοὺς ἑξακοσίους καὶ τἄλλα ἦρξεν καλῶς]
καὶ φιλοτίμως ἐν [ὅλ]ωι τῶι ἐνιαυτῶι καὶ ἀκολ[ούθως τοῖς τε νόμοις καὶ τοῖς ψηφίσμασιν τοῦ δήμου],
προέστη δὲ καὶ τῆς συντάξεως τοῦ ἱππικοῦ, [ἱππέας πάντας ἱπποτροφῶν καὶ ἐκ τῶν ἰδίων προαναλώσας],
ὅπως χρήσιμον εἶ κατεσκευασμένον τῶι δήμω[ι· κατεσκεύασεν δὲ τοὺς ἱππέας εὐπειθεῖς εἰς πάντα τὰ παραγ]-
20 γελλόμενα καὶ τὴν ἀπόδειξιν ἐποιήσατο το[ῦ ἀεὶ καθήκοντος· ὥστε δὲ τῶν τε ὁρίων τῆς Ἀττικῆς καὶ τῆς χώ]-
ρας αὐτοὺς ἐμπείρους εἶναι, ἐάν τις ἀναγκαία χ[ρῆσις γένηται τῆς εἰς πόλεμον ἀνηκούσης ἀσκήσεως, ἐξη]-
γαγεν αὐτοὺς εἰς τὴν χώραν πλεονάκις ἀπη[— — — — — ἐν δὲ τοῖς — — — — — — — — — παρεκάλεσεν τοὺς ἱππέας]
ἅπαντας καὶ ἐβουθύτησεν τῶι θεῶι μετ’ αὐτ[ῶν περὶ τῆς τοῦ δήμου σωτηρίας, σπουδῆς καὶ φιλοτιμίας]
[ο]ὐθὲν ἐλλιπών· γινομένων δὲ καὶ τῶν Νεμεσί[ων — — — — — — — — — — — — — — — — — — — — — — — —]
25 ․ους ἐφήδρευσεν, φροντίζων τῆς κοινῆς [ἀσφαλείας(?) — — — — — — — — — — — — — — — — — — — ὑπε]-
δέξατο αὐτούς· ἐπεμελήθη δὲ καὶ τῆς κατ[αλογῆς τῶν ἱππέων, ὅπως γένηται ὑπὸ τῶν δέκα τῶν εἱρημένων]
ὑπὸ τοῦ δήμου καταλογέων δικαίως· ἐφρόν[τισε δὲ καὶ — — — — — — — — — — — — — — — —, ἐποι]-
ήσατο δὲ καὶ τὰς τιμήσεις τῶν ἵππων μετὰ [τῆς βουλῆς(?) — — — — — — — — — — — — — — ἀκολούθως τοῖς]
τε νόμοις τοῦ δήμου καὶ τῶι ψηφίσματι τῶν ἱ[ππέων(?) — — — — — — — — προέστη δὲ καὶ τῆς δοκιμα]-
30 σίας μετὰ τῆς βουλῆς, ὅπως γένηται κατὰ τ[άχος ὁ τοῖς δοκιμασθεῖσιν ὀφειλόμενος παρὰ τοῦ δήμου σῖτος]
[τοῖ]ς ἱππεῦσιν· διετέλεσεν δὲ καὶ ἐν ταῖς δο[κιμασίαις — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — οἱ ?πίνα]κ̣ες γίνωνται καὶ τὸ ἱππικὸ[ν — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — τῶν τε ἐξετασμῶ]ν καὶ τῶν ἐφεδρειῶν ε — — — — — — — — — — — — — — — — — — — — — — — — —
[— — — — — — — — το]ὺς ἱππεῖς α — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help