[ ]
Epidauria — Epidauros — ca. 165 AD
| 1 | ἄνθετο μέν μ’ Ἐπίδαυρος Ἀριστείδαο Φίλιππον |
| Περγαμόθεν θείας κοίρανον ἱστορίας· | |
| ἀγλάϊσαν δ’ Ἕλλανες, ἐπεὶ πολεμόγραφον αὐδὰν | |
| ἔκλαγον ἁμερίων κόσμον ἐπερχόμενος. | |
| {²nota}² | |
| 5 | ἐγὼ παντοίων παθέων καὶ ξυνεχέος ἀλλη- |
| λοφονίης ἀνά τε τὴν Ἀσίην καὶ τὴν Εὐρώ- | |
| πην καὶ τὰ Λιβύων ἔθνεα καὶ νησιωτέων | |
| πόλιας καθ’ ἡμέας γεγενημένων v ὁσίῃ | |
| χειρὶ τὴν περὶ τῶν καινῶν πρήξεων ἱσ- | |
| 10 | τορίην ἐξήνεγκα ἐς τοὺς̣ Ἕλληνας, |
| ————— | |
| 11 | ὅκως καὶ δι’ ἡμέων μανθάνοντες, ὁκό̣- |
| σα δημοκοπίη καὶ κερδέων ἀμετρησίη | |
| καὶ στάσιες ἐμφύλιοι καὶ πιστίων | |
| καταλύσιες γεννῶσιν κακά, παρατη- | |
| 15 | ρήσει παθέων ἀλλοτρίων ἀπενθήτους |
| ποιέωνται τὰς τοῦ βίου διορθώσιας. | |