[ ]
Epidauria — Epidauros — ca. 165 AD
1 | ἄνθετο μέν μ’ Ἐπίδαυρος Ἀριστείδαο Φίλιππον |
Περγαμόθεν θείας κοίρανον ἱστορίας· | |
ἀγλάϊσαν δ’ Ἕλλανες, ἐπεὶ πολεμόγραφον αὐδὰν | |
ἔκλαγον ἁμερίων κόσμον ἐπερχόμενος. | |
{²nota}² | |
5 | ἐγὼ παντοίων παθέων καὶ ξυνεχέος ἀλλη- |
λοφονίης ἀνά τε τὴν Ἀσίην καὶ τὴν Εὐρώ- | |
πην καὶ τὰ Λιβύων ἔθνεα καὶ νησιωτέων | |
πόλιας καθ’ ἡμέας γεγενημένων v ὁσίῃ | |
χειρὶ τὴν περὶ τῶν καινῶν πρήξεων ἱσ- | |
10 | τορίην ἐξήνεγκα ἐς τοὺς̣ Ἕλληνας, |
————— | |
11 | ὅκως καὶ δι’ ἡμέων μανθάνοντες, ὁκό̣- |
σα δημοκοπίη καὶ κερδέων ἀμετρησίη | |
καὶ στάσιες ἐμφύλιοι καὶ πιστίων | |
καταλύσιες γεννῶσιν κακά, παρατη- | |
15 | ρήσει παθέων ἀλλοτρίων ἀπενθήτους |
ποιέωνται τὰς τοῦ βίου διορθώσιας. |