[ ] Att. — sh. aft. 229 BC — IG II² 835
See also:
1 ․․․c.11․․․․ν ὁ δῆμος ἐξ ἐπιδόσε[ων ․․c.7․․]
․․․c.9․․․ν εἰς τὴν σωτηρίαν τῶμ π[ολιτῶν]
[ἐν πρώ]τοις ἐ̣πέδωκεν καὶ ὑπὲρ ἑαυτοῦ̣ [καὶ ὑ]-
[πὲρ τῶ]ν ὑῶν ἀμφοτέρων ὅσον πλεῖστον [ἦν ἐν]-
5 [δεχό]με[ν]ο[ν, ․c.6․․]λ̣α δὲ τὸμ προδανεισ[μὸν τῶν]
[πολ]ι̣τῶν [εἰ]ς τὴν ἐλευθερίαν ἐ̣π․․․c.10․․․
․․․ δισχιλίας προεισήνεγκεν δραχμὰ[ς οὐχ ὑπὸ]
[τοῦ δήμ̣]ου [ἀξι]ωθείς, ἀλλὰ αὐτὸς ἑκὼν [τῆς τοῦ]
[δή]μ̣ου [χρ]εί̣ας στοχαζόμενος· καὶ νῦν δὲ̣ [․․․․ εἰς]
10 [τὴν ὀχ]ύρωσιν τοῦ ἐν Ζέαι λιμένος χ[ρήματα(?)]
․c.6․․ ο̣ὐ[δὲ(?)] ταύτης ἀπολέλειπται τ[ῆς ἐπιδό]-
[σεως], ἀλλὰ τοῖς πολίταις ἐνάμιλλο[ν παρασ]-
[κευάζω]ν ἑαυτὸν εἰσενήνοχεν ὅσον[περ ὁ δῆ]-
[μος ἦν ἐ]ψηφισμένος καὶ ὑπὲρ ἑαυτοῦ κ[αὶ ὑπὲρ]
15 [τῶν ὑ][ν] Θαρρύνοντος καὶ Ἀγαμήδ̣ου· [ὅπως ἂν]
[οὖν] ὁ δῆμος τοῖς εὐεργετεῖν ἑαυτὸ[ν βουλο]-
[μένοις] τὰ δυνατὰ φαίνηται τῶν ἀξί[ων ἀπο]-
[διδ]ο̣ύ̣ς(?), ἀγαθῆι τύχηι δεδόχθαι τῆι βου[λῆι τοὺ]-
[ς λα]χόντας προέδρους εἰς τὴν ἐπιοῦσ̣[αν ἐκ]-
20 [κλησ]ίαν χρηματίσαι περὶ τούτων, γνώ[μην δὲ]
[ξυμβά]λλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ[μον ὅτι δ]-
[οκεῖ] τεῖ βουλεῖ ἐπαινέσαι Ἀπολλᾶν̣ Θαρ[ρύνοντος]
[Σικυ]ώνιον(?) καὶ στεφανῶσαι θαλλοῦ [στεφάνωι]
[φιλοτ]ιμίας ἕνεκα καὶ εὐνοίας τῆς εἰ[ς τὴν βουλὴν]
25 [καὶ τ]ὸν δῆμον· εἶναι δ’ αὐτὸν πρόξενον [αὐτὸν καὶ ἐκ]-
[γόν]ους· ὑπάρχειν δ’ αὐτῶι καὶ ἔγκ[τησιν οἰκίας ἐν]-
[τὸς ταλά]ντου, γῆς δὲ δυεῖν ταλάντ[ων· ἀναγράψαι]
[δὲ τόδ]ε τὸ ψήφισμα τὸγ γραμματέα [τὸν κατὰ πρυτ]-
[ανεία]ν ἐν στ[ήλ]ηι λιθίνηι κα[ὶ] στῆσ[αι ἐν ἀκροπό]-
30 [λει, τὸ] δ’ ἀνάλ[ωμα τ]ὸ γενόμ[εν]ον [εἰς τὴν ἀναγρα]-
[φὴν τῆς σ]τή[λης μ]ερίσαι τὸν τ[αμίαν τῶν στρα]-
[τιωτικῶν].           vacat
Search Help
Contact Us