| 1 | ἐπὶ Πέλοπος ἄρχοντος, ἐπὶ τῆς Πτολεμαιίδος δω- |
| δεκάτης πρυτανείας· Σκιροφοριῶνος ἕκτει καὶ δε̣- | |
| κάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεάτρωι· ἔδο- | |
| ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Αἰσχέας Θεοπείθου | |
| 5 | Κηφισιεὺς εἶπεν· ἐπειδὴ ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ |
| τοῦ ἐν ἄστει Πρωταγόρας Νικήτου Περγασῆθεν πρό- | |
| σοδον ποιησάμενος πρὸς τὴμ βουλὴν ἀπήγγελκεν | |
| ἐν αἷς πεποίηται θυσίαις γεγονέναι τὰ ἱερὰ καλὰ | |
| καὶ σωτήρια πᾶσιν Ἀθηναίοις καὶ τοῖς οἰκοῦσιν τὰς πό- | |
| 10 | [λ]εις τὰς Ἀθηναίων· ἐπιμεμέληται δὲ καὶ τῆς τοῦ ἱε- |
| [ρ]οῦ εὐκοσμίας καὶ τὰς θυσίας ἁπάσας τέθυκεν κατὰ [τὰ] | |
| ψηφίσματα· πεποίηται δὲ καὶ τὴν ἀναστροφὴν εὐσχήμο- | |
| [ν]α̣ κα̣ὶ̣ ὁ̣ρ̣μότ̣τ̣ουσαν τεῖ ἱερω[σ]ύ̣ν̣ε̣[ι] v ἀ̣γ̣α̣θεῖ̣ τ̣ύ̣[χει δεδόχθαι τεῖ] | |
| βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησί- | |
| 15 | αν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλε- |
| σθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ | |
| ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστει̣ | |
| καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι εὐσε- | |
| βείας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχων διατελεῖ | |
| 20 | πρὸς τοὺς θεούς, vv ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν |
| στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶ[ι]· | |
| τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμε- | |
| νον ἀνάλωμα εἰς τὴν ἀναγραφὴν τῆς στήλης. vac. | |
| 23a | in corona: |
| 24 | ἡ βουλὴ |
| 25 | ὁ δῆμος |
| τὸν ἱερεῖα | |
| Πρωταγόραν | |
| Περγασῆθεν. |
SEG
18:22