[ ] Att. — non-stoich. — 165/4 BC — IG II² 950
See also:
1 ἐπὶ Πέλοπος ἄρχοντος, ἐπὶ τῆς Πτολεμαιίδος δω-
δεκάτης πρυτανείας· Σκιροφοριῶνος ἕκτει καὶ δε̣-
κάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεάτρωι· ἔδο-
ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Αἰσχέας Θεοπείθου
5 Κηφισιεὺς εἶπεν· ἐπειδὴ ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ
τοῦ ἐν ἄστει Πρωταγόρας Νικήτου Περγασῆθεν πρό-
σοδον ποιησάμενος πρὸς τὴμ βουλὴν ἀπήγγελκεν
ἐν αἷς πεποίηται θυσίαις γεγονέναι τὰ ἱερὰ καλὰ
καὶ σωτήρια πᾶσιν Ἀθηναίοις καὶ τοῖς οἰκοῦσιν τὰς πό-
10 [λ]εις τὰς Ἀθηναίων· ἐπιμεμέληται δὲ καὶ τῆς τοῦ ἱε-
[ρ]οῦ εὐκοσμίας καὶ τὰς θυσίας ἁπάσας τέθυκεν κατὰ [τὰ]
ψηφίσματα· πεποίηται δὲ καὶ τὴν ἀναστροφὴν εὐσχήμο-
[ν]α̣ κα̣ὶ̣ ὁ̣ρ̣μότ̣τ̣ουσαν τεῖ ἱερω[σ]ύ̣ν̣ε̣[ι] v ἀ̣γ̣α̣θεῖ̣ τ̣ύ̣[χει δεδόχθαι τεῖ]
βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησί-
15 αν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλε-
σθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ
ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστει̣
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι εὐσε-
βείας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχων διατελεῖ
20 πρὸς τοὺς θεούς, vv ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν
στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶ[ι]·
τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμε-
νον ἀνάλωμα εἰς τὴν ἀναγραφὴν τῆς στήλης. vac.
23a                  in corona:
24                   ἡ βουλὴ
25                   ὁ δῆμος
                  τὸν ἱερεῖα
                  Πρωταγόραν
                  Περγασῆθεν.
Search Help
Contact Us