[ ] Att. — stoich. 30 — 337/6 BC — IG II² 304 + 604
[․․․․․13․․․․․․ τὴν εὔνοιαν ἐνδεικν]-
1 ύ̣μενοι̣ ἣ̣[ν ἐσχήκασιν πρὸς τὴν πόλιν κ]-
αὶ νῦν καὶ ἐν τῶ[ι ἔμπροσθεν χρόνωι κα]-
ὶ αὐτοὶ καὶ οἱ πρ[ό]γον[οι αὐτῶν· δεδόχθ]-
αι τῶι δήμωι ἐπα[ι]νέσαι αὐτο[ὺς εὐνοί]-
5 ας ἕνεκα καὶ φιλ[ο]τιμίας τῆς εἰ[ς τὸν δ]-
ῆμον τὸν Ἀθηναί[ω]ν καὶ στεφανῶσα[ι ἑκ]-
άτερον αὐτῶν χρ[υ]σῶι στεφάνωι ἀπὸ Χ δ-
ραχμῶν· ἀνα<γ>ράψ[α]ι δὲ τόδε τὸ ψήφισμα
ἐν στήληι λιθίνι] τὸν γραμματέα τῆς
10 βουλῆς καὶ στῆσ[αι] ἐν τῶι Ἀσκληπιείω-
ι τῶι ἐν ἄστει· εἰς δὲ τὴν ἀναγραφὴν τῆ-
ς στήλης δοῦναι [τ]ὸν ταμίαν τοῦ δήμου
𐅄 δραχμὰς ἐκ τῶν κατὰ ψηφίσματα ἀναλ-
ισκομένων τῶι δήμωι. vac.
14a      in corona:     in corona:
15       ὁ δῆμος.       ὁ δῆμος.
15a      in corona:     in corona:
16       ἡ βουλή.       ἡ βουλή.
           ἐπ[ὶ ἱερέως]
           Θεοφά[νους — —]
          Ἀχ[αρνέως].
Search Help
Contact Us