1 | [․․․․․․15․․․․․․․ ἐφ’ ὑγιείαι καὶ σωτηρία]ι τῆς β- |
[ουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλω]ν ὅσοι ε[ὔ]νους εἰ- | |
[σὶν τῶι δήμωι· ἐπειδὴ δὲ ὁ ἱερεὺς] ἔθυσεν τὰ εἰσιτ- | |
[ητήρια ․․․8․․․․ τῶι Διὶ] τ[ῶι] Σωτῆρι καὶ τῆι Ἀθην- | |
5 | [ᾶι τεῖ Σωτείραι εὐσεβῶς] ἐ[κ τῶν ἰ]δίων, ἐπαινέσαι |
[τὸν ἱερέα τοῦ Διὸς τοῦ Σ]ωτ[ῆρος] Σμῖκρον Φιλίνου | |
[․․․․9․․․․ καὶ στεφαν]ῶσαι θ[α]λλοῦ στεφάνωι εὐσ- | |
[εβείας ἕνεκα τῆς εἰς τ]οὺς θεοὺς καὶ φιλοτιμίας | |
[τῆς εἰς τὴν βουλὴν καὶ] τὸν δῆμον· ἀναγράψαι δὲ τό- | |
10 | [δε τὸ ψήφισμα τὸν γραμ]ματέα τὸν κατὰ πρυτανεία- |
[ν ἐν στήληι λι]θίνε[ι κα]ὶ στῆσαι πρὸς τεῖ στοᾶι τε- | |
[ῖ τοῦ Διός, εἰ]ς δὲ τὴ[ν ἀν]αγραφὴν τῆς στήλης μερίσ- | |
[αι τοὺς ἐπὶ] τεῖ διοι[κή]σει τὸ διατεταγμένον. | |
13a | in corona: in corona: |
14 | [ἡ βο]υλὴ ὁ δῆμος |
15 | vacat |
IG II²
690