1 | ἁ πόλις τῶν Ἐπιδαυρίων Γναῖον |
Κορνήλιον Σωδάμου υἱὸν Νικά- | |
ταν, ἱερέα τοῦ Σεβαστοῦ Καίσα- | |
ρος δίς, ἀγωνοθετήσαντα πρῶ- | |
5 | τον τὰ Ἀπολλωνίεια καὶ Ἀσκλα- |
πίεια κτίσαντά τε τ̣[ὰν] Καισα- | |
ρείων πανάγυριν καὶ ἀγῶνας | |
καὶ πρῶτον ἀγωνοθετήσαντα, | |
ἀρετᾶς ἕνεκεν καὶ εὐνοίας | |
10 | τᾶς εἰς αὐτάν. |
IG IV²,1
652