[ ] Att. — Rhamnous — 215 BC — FortRham 19
1 ἔδοξεν τῶν παροίκων τοῖς τεταγμένοις Ῥα-
μνοῦντι· Εὐκτήμων Χαρίου Ἐρετριεὺς εἶπε·
ἐπειδὴ Θεότιμος στρατηγὸς χειροτονη-
θεὶς ὑπὸ τοῦ δήμου εἰς τὸν ἐνιαυτὸν τὸν
5 ἐπὶ Διοκλέου ἄρχοντος τῆς τε φυλακῆς ἐ-
πεμελήθη τῆς κατὰ τὴν χώραν ὅπως ἂν οἱ γε-
ωργοῦντες ἔχωσι τὴν ἀσφάλειαν· καὶ παραλα-
βὼν τὰ φρούρια διεφύλαξεν μετὰ τῶν πο-
λιτῶν οὐθὲν ἐνλείπων φιλοτιμίας τῶν κα-
10 θηκόντων εἰς τὴν φυλακὴν καὶ ὀχύρωσιν
φρουρίων· ἐφρόντισεν δὲ καὶ τῶν παροίκων
τῶν τεταγμένων ὑφ’ αὑτὸν ὅπως ἂν τὸ ἴσο-
ν ἕκαστος λειτουργῶν συνδιασώιζει τὸ φρο-
ύριον τῶι δήμωι· διατελεῖ δὲ καὶ χρήσιμον ἑαυτὸ-
15 ν παρασκευάζων ἐν παντὶ καιρῶι τοῖς οἰκοῦσιν
ἐν Ῥαμνοῦντι· ὅπως ἂν οὖν ἐφάμιλλον εἶ πᾶσι
τοῖς χειροτονουμένοις φιλοτιμεῖσθαι εἰς ἑαυ-
τοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ-
ν ἂν εὐεργετήσωσιν· τύχει ἀγαθεῖ· δεδόχθαι τοῖς
20 τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι· ἐπαινέ-
σαι Θεότιμον Θεοδώρου Ῥαμνούσιον καὶ στεφα-
νῶσαι χρυσῶι στεφάνωι 〚․c.10-11․․〛 ἀρετῆ-
ς ἕνεκα κ<α>ὶ <δ>ικαιοσύνης τῆς εἰς ἑαυτούς· ἐπαι-
νέσαι δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀντίμα-
25 χον Παυσανίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ
στεφάνωι δικαιοσύνης ἕνεκα τῆς εἰς ἑαυτούς·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθί-
νει καὶ στῆσαι ἐν τεῖ ἀγορᾶι· εἰς δὲ τὴν ἀναγραφὴ-
ν καὶ τὴν ποίησιν τῆς στήλης τὸ γενόμενον <ἀ>-
30 νάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ· ἑλέσθαι δὲ τρεῖς
ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦσιν τὰ ἐψη-
φισμένα· οἵδε εἱρέθησαν· Εὐκτήμων Χαρίου Ἐρετρ-
ιεύς, Ἀριστέας Εὐ<θ>ύμου Ὠρώπιος, Νικόμαχος Σω-
στράτου Καρυνεύς.
Search Help
Contact Us