[ ] Att. — Rhamnous — 225 BC — FortRham 17
1 ἔδοξεν Ῥαμνουσίοις καὶ τοῖς οἰκοῦσιν τῶν πολιτῶν
Ῥαμνοῦντι· Τιμοκράτης Ἐπιγένου Ὄαθεν εἶπεν· ἐπειδ[ὴ]
Μένανδρος κατασταθεὶς τριήραρχος εἰς τὸν ἐνιαυ[τὸν]
τὸν ἐπὶ Νικήτου ἄρχοντος τῆς τε τοῦ πλοίου ἐπ[ι]-
5 σκευῆς ἐπεμελήθη καλῶς καὶ φιλοτίμως ἀναλ[ίσ]-
κων ἐκ τῶν ἰδίων ὅσα παρήγγελλον αὐτῶι οἱ ἐπὶ τού[του]
τεταγμένοι· ἔθηκεν δὲ καὶ ἔλαιον τοῖς νεανίσκ[οις]
[ἵ]να ἐπιμελόμενοι τοῦ σώματος δυνατώτεροι γίνων-
[τ]αι· ἔθυσεν δὲ καὶ τῶι Διὶ τῶι σωτῆρι καὶ τεῖ Ἀθηνᾶι τεῖ
10 [σω]τείραι περὶ ὑγιείας καὶ σωτηρίας καὶ ὁμονοίας τῶν
[συ]νπλευσάντων, ὅπως ἂν ὁμονοοῦντες καὶ σωιζόμε-
[νοι κ]αὶ εἰς τὸ μετὰ ταῦτα χρήσιμοι γίνωνται τῶι δήμωι
[καὶ] ὑπεδ̣έξατο φιλοτίμως ἐκ τῶν ἰδίων· vac. ἐστεφάνω-
σε δὲ καὶ τοὺς ἐπὶ τοῦ πλοίου ὑπηρέτας φιλοτιμίας
15 ἕνεκεν τῆς εἰς ἑαυτούς· ἔδωκεν δὲ καὶ τὰ ναυφυλά-
κια παρ’ ἑαυτοῦ καὶ παραγενόμενος εἰς Ῥαμνοῦντα
ἔθυσεν τεῖ Νεμέσει μετὰ τοῦ στρατηγοῦ καὶ τῶν ἱερο-
ποιῶν τῶν αἱρεθέντων μεθ’ αὑτοῦ 〚— —〛 καὶ ἐπέδωκεν ἱερε[ῖ]-
α καὶ οἶνον· ὅπως δ’ ἂν ἐφάμιλλον εἶ τοῖς ἀεὶ καθισταμέ-
20 [ν]οις τριηράρχοις εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦν-
[τ]αι ὧν ἂν εὐεργετήσωσιν· ἀγαθεῖ τύχει· δεδόχθαι
Ἀθηναίων τοῖς συνπλεύσασιν ἐν τῶι ἀφράκ̣τωι·
ἐπαινέσαι Μένανδρον Τεισάνδρου Εἰτεαῖον καὶ
στεφανῶσαι χρυσῶι σ[τ]εφάνωι κατὰ τὸν νόμον
25 ἀρετῆς ἕνεκα καὶ φιλοτιμίας τῆς εἰς ἑαυτούς·
εἶναι δὲ αὐτῶι καὶ ἀτέλειαν τοῦ πλοῦ εἰς τὸ μετὰ ταῦτα·
ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι πρὸ[ς]
τεῖ πύλει· ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἤδη ἐξ ἑαυτῶν οἵτι-
νες συντελοῦσιν τὰ ἐψηφισμένα· τὸ δὲ ἀνάλωμα τὸ γεν[ό]-
30 μενον λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν· Τιμοκρά-
της Ἐπιγένου Ὀῆθεν, Ἀρχέστρ[α]τος Αἰσχίνου Ἐρχιεύς,
[Δι]οκλῆς Δίωνος Ἁμαξαντ[εύς].
32a                       in corona:
33                      Ἀθηναίων
                  οἱ συνπλεύσα̣ν̣τ̣ε̣ς̣
35                       Μέναν<δ>ρον
                      Τεισάνδρου
                      Εἰτεαῖον.
Search Help