1 | κε(φάλαια) νο(μο)θε(σίας) Ἁδριανοῦ. |
οἱ τὸ ἔλαιον γεωργοῦντες τὸ τρίτον | |
καταφερέτωσαν, ἢ τὸ ὄγδοον οἱ τὰ | |
Ἱππάρχου χωρία τὰ ὑπὸ τοῦ φίσκου | |
5 | πραθέντα κεκτημένοι· μόνα γὰρ ἐ- |
κεῖνα τὸ δίκαιον τοῦτο ἔχει· καταφε- | |
ρέτωσαν δὲ ἅμα τῷ ἄρξασθαι συνκο- | |
[μιδῆς κ]ατὰ μέρος, πρὸς λόγον το[ῦ] | |
[συνκομιζ]ομένου, τοῖς ἐλεώναι[ς] | |
10 | [διδόντες τοῖς] προνοοῦσιν τῆ[ς] |
[δημοσίας χρεία]ς· ἀπογραφέσθω- | |
[σαν δὲ λόγον τῆς] συνκομιδῆς πρὸ[ς] | |
[τοὺς ἐλαιώνας κα]ὶ τὸν κήρυκα δύο | |
[ἀντίγραφα παραδ]ιδόντες καὶ τὸ | |
15 | [ἕτερον ἀπολαμβά]νοντες ὑπογρα- |
φέν· ἡ δὲ ἀπ[ογραφ]ὴ ἔστω μετὰ ὅρκου | |
καὶ πόσον συνεκόμισεν τὸ πᾶν, | |
καὶ ὅτι διὰ δούλου τοῦδε ἢ ἀπελευ- | |
θέρου τοῦδε, ἐὰν δὲ πωλήσῃ τὸν | |
20 | καρπὸν ὁ δεσπότης τοῦ χωρίου ἢ ὁ |
γεωργὸς ἢ ὁ καρπώνης. ἀπογραφέ- | |
σθω δὲ πρὸς τοὺς αὐτοὺς καὶ ὁ ἐπ’ ἐξα- | |
γωγῇ πιπράσκων, πόσον πιπράσκει | |
καὶ τίνι καὶ ποῦ ὁρμ[ε]ῖ τὸ [π]λοῖον. ὁ δ[ὲ] | |
25 | ἀπογραφῆς χωρὶς π[ωλήσα]ς ἐπ’ ἐξα- |
γωγῇ, κἂν ὃ ὤφειλεν ᾖ κα[τενηνοχὼς] | |
τῇ πόλει, στερέσθω τοῦ πραθ[έντος]. | |
ὁ δὲ ψευδεῖς ἀπογραφὰς ποιησά[μενος] | |
ἢ τὰς περὶ τῆς συνκομιδῆς [ἢ τ]ὰ[ς περὶ] | |
30 | τῆς ἐξαγωγῆς ἢ ὑπὲρ χωρίου, [εἴ τις πα]- |
ρὰ φίσκου ἐπρίατο μὴ Ἱππάρχ[ου γενόμε]- | |
νον ὄγδοον κατενεγκών, σ[τερέσθω], | |
[τὸ δὲ ἥμισυ ὁ μη]νύσας λαμ[β]α[νέτω]. | |
[— — — — — ἐξαγω]γὴν ἀναπογ[ράπτων] | |
35 | — — — — — — — — —ειρε, εἰ μ— — — — |
— — — — — — — — — —των ἀπ[ο]τερ— — | |
— — — — — — — — — —ος αὐτὸς ἢ ὅν[τιν’] | |
[ἂν — — — — — — — —]έτω μὲν ἐξ ἀπ[ο]- | |
[— — — — — — — — — τ]ῆς δὲ τειμῆς τὸ [ἥ]- | |
40 | μισυ κατεχέτω, εἰ μήπω δέδωκεν, ἢ λαμ- |
βανέτω· τὸ δὲ ἥμισυ ἔστω δημόσιον. | |
γραφέσθω δὲ καὶ ὁ ἔμπορος ὅτι ἐξάγει | |
καὶ πόσον παρ’ ἑκάστου· ἐὰν δὲ μὴ ἀπο- | |
γραψάμενος φωραθῇ ἐκπλέων, στερέ- | |
45 | σθω· ἐὰν δὲ ἐκπλεύσας φθάσῃ καὶ μηνυ- |
θῇ, γραφέσθω καὶ τῇ πατρίδι αὑτοῦ ὑπὸ τοῦ | |
δήμου κἀμοί. τὰς δὲ περὶ τούτων δίκας | |
μέχρι μὲν πεντήκοντα ἀμφορέων ἡ βου- | |
λὴ μόνη κρεινέτω, τὰ δὲ ὑπὲρ τοῦτο μετὰ | |
50 | τοῦ δήμου. ἐὰν δὲ τῶν ἐκ τοῦ πλοίου τις |
μηνύσῃ, ἐπάναγκες ὁ στρατηγὸς τῇ ἑξῆς | |
ἡμέρᾳ βουλὴν ἀθροισάτω, εἰ δ’ ὑπὲρ τοὺς | |
πεντήκοντα ἀμφορεῖς εἴη τὸ μεμηνυ- | |
μένον, ἐκκλησίαν· καὶ διδόσθω τῷ ἐλέγ- | |
55 | ξαντι τὸ ἥμισυ. ἐὰν δὲ ἐκκαλέσηταί τις ἢ |
ἐμὲ ἢ τὸν ἀνθύπατον, χειροτονείτω συν- | |
δίκους ὁ δῆμος. ἵνα δὲ ἀπαραίτητα ᾖ τὰ | |
κατὰ τῶν κακουργούντων ἐπι[τ]είμι[α], τει- | |
μῆς ἰς τὸ δημόσιον καταφερέσθω τὸ ἔλαι- | |
60 | ον ἥτις ἂν ἐν τῇ χώρᾳ ᾖ. εἰ δέ ποτε εὐφορί- |
ας ἐλαίου γενομένης πλέον εἴη τὸ ἐκ τῶν | |
τρίτων ἢ ὀγδόων καταφερόμενον τῆς εἰς | |
ὅλον τ[ὸ]ν ἐνιαυτὸν δημοσίας χρείας, ἐξέ- | |
στω τοῖς μηδέπω δοῦσιν τὸ ἔλαιον ἢ πᾶν | |
65 | ἢ μέρος δευτέραν ἀπογραφὴν ποιησαμέ- |
νοις καὶ δημόσιον τότε ὀφειλόμενον | |
πόσον ἐστὶν [ὅσ]ον οἱ ἐλαιῶναι ἢ ο[ἱ] ἀργυ- | |
ροταμία[ι] οὐ βούλονται παρ’ αὐτῶν λαβεῖν, | |
ὃ μὲν ὀφ[ε]ίλουσιν — —ν— — αγ— —ηση — — | |
70 | φυλασσ— — — — — —ας — — — δια— — — — |
τετα— — — — — — ἀπογραφ[— — — — γ]ινω- | |
σκομενα— — — — —ημω ἰς τειμῆς — — —οε- | |
σθω — — —δη — — — — ἀπογραφα— —αφε— — | |
ρων — — — — — —ν ὃ ὠφείλησ— —σοφ— — | |
75 | versuum decem reliquiae |
SEG
15:108