SEG 15:108
[ ] Att. — ca. 124 AD — IG II² 1100
See also:
1 κε(φάλαια) νο(μο)θε(σίας) Ἁδριανοῦ.
οἱ τὸ ἔλαιον γεωργοῦντες τὸ τρίτον
καταφερέτωσαν, ἢ τὸ ὄγδοον οἱ τὰ
Ἱππάρχου χωρία τὰ ὑπὸ τοῦ φίσκου
5 πραθέντα κεκτημένοι· μόνα γὰρ ἐ-
κεῖνα τὸ δίκαιον τοῦτο ἔχει· καταφε-
ρέτωσαν δὲ ἅμα τῷ ἄρξασθαι συνκο-
[μιδῆς κ]ατὰ μέρος, πρὸς λόγον το[ῦ]
[συνκομιζ]ομένου, τοῖς ἐλεώναι[ς]
10 [διδόντες τοῖς] προνοοῦσιν τῆ[ς]
[δημοσίας χρεία]ς· ἀπογραφέσθω-
[σαν δὲ λόγον τῆς] συνκομιδῆς πρὸ[ς]
[τοὺς ἐλαιώνας κα]ὶ τὸν κήρυκα δύο
[ἀντίγραφα παραδ]ιδόντες καὶ τὸ
15 [ἕτερον ἀπολαμβά]νοντες ὑπογρα-
φέν· ἡ δὲ ἀπ[ογραφ]ὴ ἔστω μετὰ ὅρκου
καὶ πόσον συνεκόμισεν τὸ πᾶν,
καὶ ὅτι διὰ δούλου τοῦδε ἢ ἀπελευ-
θέρου τοῦδε, ἐὰν δὲ πωλήσῃ τὸν
20 καρπὸν ὁ δεσπότης τοῦ χωρίου ἢ ὁ
γεωργὸς ἢ ὁ καρπώνης. ἀπογραφέ-
σθω δὲ πρὸς τοὺς αὐτοὺς καὶ ὁ ἐπ’ ἐξα-
γωγῇ πιπράσκων, πόσον πιπράσκει
καὶ τίνι καὶ ποῦ ὁρμ[ε]ῖ τὸ [π]λοῖον. ὁ δ[ὲ]
25 ἀπογραφῆς χωρὶς π[ωλήσα]ς ἐπ’ ἐξα-
γωγῇ, κἂν ὃ ὤφειλεν ᾖ κα[τενηνοχὼς]
τῇ πόλει, στερέσθω τοῦ πραθ[έντος].
ὁ δὲ ψευδεῖς ἀπογραφὰς ποιησά[μενος]
ἢ τὰς περὶ τῆς συνκομιδῆς [ἢ τ][ς περὶ]
30 τῆς ἐξαγωγῆς ἢ ὑπὲρ χωρίου, [εἴ τις πα]-
ρὰ φίσκου ἐπρίατο μὴ Ἱππάρχ[ου γενόμε]-
νον ὄγδοον κατενεγκών, σ[τερέσθω],
[τὸ δὲ ἥμισυ ὁ μη]νύσας λαμ[β]α[νέτω].
[— — — — — ἐξαγω]γὴν ἀναπογ[ράπτων]
35 — — — — — — — — —ειρε, εἰ μ— — — —
— — — — — — — — — —των ἀπ[ο]τερ— —
— — — — — — — — — —ος αὐτὸς ἢ ὅν[τιν’]
[ἂν — — — — — — — —]έτω μὲν ἐξ ἀπ[ο]-
[— — — — — — — — — τ]ῆς δὲ τειμῆς τὸ [ἥ]-
40 μισυ κατεχέτω, εἰ μήπω δέδωκεν, ἢ λαμ-
βανέτω· τὸ δὲ ἥμισυ ἔστω δημόσιον.
γραφέσθω δὲ καὶ ὁ ἔμπορος ὅτι ἐξάγει
καὶ πόσον παρ’ ἑκάστου· ἐὰν δὲ μὴ ἀπο-
γραψάμενος φωραθῇ ἐκπλέων, στερέ-
45 σθω· ἐὰν δὲ ἐκπλεύσας φθάσῃ καὶ μηνυ-
θῇ, γραφέσθω καὶ τῇ πατρίδι αὑτοῦ ὑπὸ τοῦ
δήμου κἀμοί. τὰς δὲ περὶ τούτων δίκας
μέχρι μὲν πεντήκοντα ἀμφορέων ἡ βου-
λὴ μόνη κρεινέτω, τὰ δὲ ὑπὲρ τοῦτο μετὰ
50 τοῦ δήμου. ἐὰν δὲ τῶν ἐκ τοῦ πλοίου τις
μηνύσῃ, ἐπάναγκες ὁ στρατηγὸς τῇ ἑξῆς
ἡμέρᾳ βουλὴν ἀθροισάτω, εἰ δ’ ὑπὲρ τοὺς
πεντήκοντα ἀμφορεῖς εἴη τὸ μεμηνυ-
μένον, ἐκκλησίαν· καὶ διδόσθω τῷ ἐλέγ-
55 ξαντι τὸ ἥμισυ. ἐὰν δὲ ἐκκαλέσηταί τις ἢ
ἐμὲ ἢ τὸν ἀνθύπατον, χειροτονείτω συν-
δίκους ὁ δῆμος. ἵνα δὲ ἀπαραίτητα ᾖ τὰ
κατὰ τῶν κακουργούντων ἐπι[τ]είμι[α], τει-
μῆς ἰς τὸ δημόσιον καταφερέσθω τὸ ἔλαι-
60 ον ἥτις ἂν ἐν τῇ χώρᾳ ᾖ. εἰ δέ ποτε εὐφορί-
ας ἐλαίου γενομένης πλέον εἴη τὸ ἐκ τῶν
τρίτων ἢ ὀγδόων καταφερόμενον τῆς εἰς
ὅλον τ[ὸ]ν ἐνιαυτὸν δημοσίας χρείας, ἐξέ-
στω τοῖς μηδέπω δοῦσιν τὸ ἔλαιον ἢ πᾶν
65 ἢ μέρος δευτέραν ἀπογραφὴν ποιησαμέ-
νοις καὶ δημόσιον τότε ὀφειλόμενον
πόσον ἐστὶν [ὅσ]ον οἱ ἐλαιῶναι ἢ ο[ἱ] ἀργυ-
ροταμία[ι] οὐ βούλονται παρ’ αὐτῶν λαβεῖν,
ὃ μὲν ὀφ[ε]ίλουσιν — —ν— — αγ— —ηση — —
70 φυλασσ— — — — — —ας — — — δια— — — —
τετα— — — — — — ἀπογραφ[— — — — γ]ινω-
σκομενα— — — — —ημω ἰς τειμῆς — — —οε-
σθω — — —δη — — — — ἀπογραφα— —αφε— —
ρων — — — — — —ν ὃ ὠφείλησ— —σοφ— —
75      versuum decem reliquiae
Search Help
Contact Us