[ ]
Att. — Daphni — mid-4th c. BC — IG II² 13088+
1 | Ἑλλάδος ὑμνωιδὸ[ν κλειναὶ Θεόδωρον Ἀθῆναι] |
ζῶντά τ’ ἐπαίδευσα[ν καὶ φθίμενον κτέρισαν]· | |
οἱ δὲ καλῶς ἥρωες [ἀείσμασι κοσμηθέντες] | |
[δέξανθ’ ἱκόμενον χῶρον ἐς εὐσεβέων]. | |
5 | σῶν, Θεόδω[ρ’, ὕμνων λῆξε θρόος, οὐδ’ ἔτι πάσηι] |
Ἑλλάδι σῆ[ς ἠχεῖ βαρβίτου] ἁρμονία, | |
οὗ καὶ ἀπὸ [γλώσης μέλιτος] γλυκίων ῥέ[εν αὐδή], | |
ἣν σὺ λαβὼ[ν μέλψας τερψιχ]όρους σοφίας. | |
ἐννέα Πιε[ρίδων Μουσῶν ἀ]ν̣έδησεν ἑκάστη | |
10 | σόν, Θεόδω[ρε, τάφον τοῖσιν] ἴου στεφάνοις, |
γῆν κατὰ κ[ηρύξασ’ ὅσ’ ἐπαυχ]ήσαντά [σ]ε̣ πλείσταις | |
ἀντιπάλω[ν <ν>ίκαις Ἑλλὰς ἅπ]ασα ποθεῖ. |