[ ] Att. — Athens — sh. aft. 347 BC
1             Πλαγγὼν
            Προμάχου
            Λακεδαιμόνιος.
οὐ σὲ γάμων πρόπολος, Πλαγγών, Ὑμέναιος ἐν οἴκοις
5 ὤλβισεν, ἀλλ’ ἐδάκρυσ’ ἑλκτὸς ἀποφθιμένην·
σῷ δὲ πάθει μήτηρ καταλείβεται, οὐδέ ποτ’ αὐτὴν
λείπουσι θρήνων πενθίδιοι στεναχαί.
Search Help