[ ] Epidauria — Epidauros — 218 BC
1 [ἁ πόλις τῶν Ἐπιδαυρί]ων ἀνέθη[κε βασιλέα]
[Φίλιππον βασιλέως] Δημητρ[ίου Μακεδόνα]
[ἀρετᾶς ἕνεκα καὶ εὐ]νοίας [τᾶς εἰς τὰν πόλιν].
ὅσσον ἐπ’ ἀέλιός τε μέγ[αν πόλον ἄστρα τ’ ἀμ]ε̣ίβει,
5 αἰνετὸν Ἑλλάνων ἀγ[ελέω πρύτανιν],
εἰ καὶ χάλκεός εἰμι κ̣[αὶ ἄπνοος, ὅς ποτε] νάσωι
Ἀπίδι τὰν ὀλοὰν ἄρκε̣[σε δουλοσύναν],
πολλὰ μὲν Αἰτωλοῖσι κ[ακορρέκταις κακὰ ῥ]έξας,
μυρία δ’ εὐπώλωι λυγρὰ [Λακωνίδι γᾶι].
10 τῶι καὶ νῦμ μ’ Ἐπίδαυρο[ς ἀνέστασ’.  ἀλ]λὰ φύλασσε,
Ζεῦ, τὸν ἀπὸ Σπάρτας ἐ[σθλὸν ἔχοντα] κλέος.
Search Help
Contact Us