1 | [ἁ πόλις τῶν Ἐπιδαυρί]ων ἀνέθη[κε βασιλέα] |
[Φίλιππον βασιλέως] Δημητρ[ίου Μακεδόνα] | |
[ἀρετᾶς ἕνεκα καὶ εὐ]νοίας [τᾶς εἰς τὰν πόλιν]. | |
ὅσσον ἐπ’ ἀέλιός τε μέγ[αν πόλον ἄστρα τ’ ἀμ]ε̣ίβει, | |
5 | αἰνετὸν Ἑλλάνων ἀγ[ελέω πρύτανιν], |
εἰ καὶ χάλκεός εἰμι κ̣[αὶ ἄπνοος, ὅς ποτε] νάσωι | |
Ἀπίδι τὰν ὀλοὰν ἄρκε̣[σε δουλοσύναν], | |
πολλὰ μὲν Αἰτωλοῖσι κ[ακορρέκταις κακὰ ῥ]έξας, | |
μυρία δ’ εὐπώλωι λυγρὰ [Λακωνίδι γᾶι]. | |
10 | τῶι καὶ νῦμ μ’ Ἐπίδαυρο[ς ἀνέστασ’. ἀλ]λὰ φύλασσε, |
Ζεῦ, τὸν ἀπὸ Σπάρτας ἐ[σθλὸν ἔχοντα] κλέος. |
IG IV²,1
590