| 1 | [ἁ πόλις τῶν Ἐπιδαυρί]ων ἀνέθη[κε βασιλέα] |
| [Φίλιππον βασιλέως] Δημητρ[ίου Μακεδόνα] | |
| [ἀρετᾶς ἕνεκα καὶ εὐ]νοίας [τᾶς εἰς τὰν πόλιν]. | |
| ὅσσον ἐπ’ ἀέλιός τε μέγ[αν πόλον ἄστρα τ’ ἀμ]ε̣ίβει, | |
| 5 | αἰνετὸν Ἑλλάνων ἀγ[ελέω πρύτανιν], |
| εἰ καὶ χάλκεός εἰμι κ̣[αὶ ἄπνοος, ὅς ποτε] νάσωι | |
| Ἀπίδι τὰν ὀλοὰν ἄρκε̣[σε δουλοσύναν], | |
| πολλὰ μὲν Αἰτωλοῖσι κ[ακορρέκταις κακὰ ῥ]έξας, | |
| μυρία δ’ εὐπώλωι λυγρὰ [Λακωνίδι γᾶι]. | |
| 10 | τῶι καὶ νῦμ μ’ Ἐπίδαυρο[ς ἀνέστασ’. ἀλ]λὰ φύλασσε, |
| Ζεῦ, τὸν ἀπὸ Σπάρτας ἐ[σθλὸν ἔχοντα] κλέος. |
IG IV²,1
590