[ ] Att. — Athens — 447 BC
1 τλέμονες ℎοῖον [ἀ]γο͂να μάχες τελέσαντες ἀέλπ[τος]
   φσυχὰς δαιμονίος ὀλέσατ’ ἐμ πολέμοι·
οὐ κατὰ δ[υσ]μενέ[ο]ν̣ ἀ̣νδρο͂ν σθένος, ἀλλά τις ℎυμᾶς
   ℎεμιθέον, θείαν ε<ἴ>σοδον ἀντιάσας,
5 ἔβλαφσεν· πρόφρον ⏑⏑ –⏑ δε δύσμαχον ἄγραν
   ἐχθροῖς θερεύσας [–⏑⏑ ℎ]υμετέροι
σὺν κακο͂ι ἐχσετέλεσσε, βροτοῖσι δὲ πᾶσι τὸ λοιπὸν̣
   φράζεσθαι λογίον πιστὸν ἔθεκε τέλος.
Search Help