[ ] Att. — non-stoich. — 276/5 — IG II² 682 Add. (pt. 1.2 p. 664)
1 ․․6․․․ι̣ειαν․․ασε — — — — — — — — — — — — — — — — —
[— — — ἐ]πολιόρκησεν τῆς ει̣ — — — — — — — — — — — —
[․μ]ενος ἃ ἦν ἐν τεῖ τῶν ἐναντίων συμμαχία[ι· Θυμο]-
[χά]ρη[ς] δὲ ὁ ὑὸς ὁ τούτου, πατὴρ δὲ Φαίδρου χει[ροτονη]-
5 θεὶς στρατηγὸς ὑπὸ τοῦ δήμου ἐπὶ τὸ ναυτικ[ὸν ἔπλε]-
υσεν ἐπὶ τῶν νεῶν ἃς ὁ δῆμος [τῶι τῶν Μακεδόνων στόλωι]
συνέπεμπεν εἰς τὴν Ἀσίαν, v καὶ συνδιεπολέμησ[εν τ]-
ὸν πόλεμον τὸν ἐν Κύπρωι καὶ ἔλαβεν Ἅγνωνα τὸν Τ[ήϊο]-
ν καὶ τὰς ναῦς τὰς μετ’ αὐτοῦ, καὶ ἐπὶ Πραξιβούλου ἄρχον[τ]-
10 ος Γλαυκέτου καθειληφότος Κύθνον καὶ καταγαγόντ-
ος ἐντεῦθεν τὰ πλοῖα τήν τε πόλιν ἔλαβεν καὶ αὐτὸν
Γλαυκέτην καὶ τὰ πλοῖα τὰ μετ’ αὐτοῦ καὶ παρεσκεύ-
ασεν ἀσφάλειαν τοῖς πλέουσι τὴν θάλατταν· v Κασ-
σάνδρου δὲ πολιορκοῦντος Ὠρεὸν ἀποσταλεὶς στ-
15 ρατηγὸς ἐπὶ τῶν νεῶν τῶν τῆς πόλεως τοὺς πολίτας
τοὺς πλέοντας ἐν ταῖς ναυσὶν παρειτήσατο ὥστε τ-
ῶν συμμάχων μόνους Ἀθηναίους ἀλειτουργήτους
εἶναι τῶν ἔργων τῶν πρὸς τὴν πολιορκίαν· v καὶ αὐ-
τῶς δὲ Φαῖδρος τὴν αὐτὴν αἵρεσιν ἔχων τοῖς προγό-
20 〚γο〛νοις {²⁶προγόνοις}²⁶ διατετέλεκεν ἑαυτὸν ἄξιον παρασκευάζω-
ν τῆς πρὸς τὸν δῆμον εὐνοίας· v καὶ ἐπὶ Νικίου μὲν ἄρ-
χοντος στρατηγὸς ὑπὸ τοῦ δήμου χειροτονηθεὶς ἐπὶ
τὴν παρασκευὴν δὶς πάντων ὧμ προσῆκεν ἐπεμελήθ-
η καλῶς καὶ φιλοτίμως· v καὶ ἐπὶ τὴν χώραν χειροτονη-
25 θεὶς πλεονάκις καὶ ἐπὶ τοὺς ξένους γενόμενος τρὶς
τὴν πᾶσαν ἐποήσατο σπουδήν, ὅπως ἂν οἱ στρατιῶται
ὡς ἄριστα κατασκευασάμενοι παρέχωνται τὰς χρε-
ίας τῶι δήμωι· v πρεσβεύσας δὲ πρὸς τὸν βασιλέα τὸν
πρεσβύτερον Πτολεμαῖον ἐκόμισεν τῶι δήμωι σῖτον
30 καὶ χρήματα· χειροτονηθεὶς δὲ ὑπὸ τοῦ δήμου ἐπὶ τὰ
ὅπλα στρατηγὸς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Κίμωνος ἄρχοντ-
ος διετέλεσεν ἀγωνιζόμενος ὑπὲρ τῆς κοινῆς σωτηρί-
ας, καὶ περιστάντων τεῖ πόλει καιρῶν δυσκόλων διεφύ-
λαξεν τὴν εἰρήνην τῆι χώραι ἀποφαινόμενος ἀεὶ τὰ κράτ-
35 ιστα, καὶ τὸν σῖτον ἐκ τῆς χώρας καὶ τοὺς ἄλλους καρποὺς
αἴτιος ἐγένετο εἰσκομισθῆναι, συμβουλεύσας τῶι δήμω-
ι συντελέσαι — — — — — — — — — — — — — — — — — — — — —
․․․, καὶ τὴν πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην αὐ-
τόνομον παρέδωκεν καὶ τοὺς νόμους κυρίους τοῖς μεθ’
40 ἑαυτὸν — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — διετέλεσε καὶ λέγων καὶ πράττων ἀγαθ-
ὸν ὅτι ἠδύνατο ὑπὲρ τοῦ δήμου — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․․6․․․ χειροτονηθεὶς ἐπὶ τὰ ὅπλα πρῶτος ὑπὸ τοῦ δήμου
45 στρατηγὸς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Ξενοφῶντος ἄρχοντος
διετέλεσε πάντα πράττων ἀκολούθως τοῖς τε νόμοις κα-
ὶ τοῖς τῆς βουλῆς καὶ τοῦ δήμου ψηφίσμασιν — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
50 — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
καὶ ἀγωνοθέ̣της χειροτονηθεὶς ὑπὸ τοῦ δήμου ἐπὶ Νικίο-
υ ἄρχοντος ἐπεμελήθη τῶν τε θυσιῶν ὅπως ἂν συντελε[σ]-
55 [θῶσ]ι πᾶσαι κατὰ τὰ πάτρια καὶ οἱ ἀγῶνες ὡς κάλλιστοι
[γένω]νται καὶ ἄξιοι τῆς τοῦ δήμου φιλοτιμίας, καὶ ὕστ[ε]-
[ρον] τοῦ ὑοῦ Θυμοχάρου ἀγωνοθέτου χειροτονηθέντος
[εἰς τὸ]ν ἐνιαυτὸν τὸν ἐπ’ Εὐβούλου ἄρχοντος συνεπεμε-
λήθη καὶ τούτων πάντων, φανερὰν ἀποδεικνύμενος
60 ἐμ πᾶσιν ἣν ἔχει πρὸς τὸν δῆμον εὔνοιαν· v καὶ τὰς ἄλ-
λας δὲ πάσας λειτουργίας λελειτούργηκεν φιλοτίμ-
ως, καὶ ὅσαι ἐπιδόσεις γεγόνασιν ἐν τῶι δήμωι πα-
σῶν μετέσχηκεν· v καὶ ἐπὶ πᾶσιν τούτοις ἐστεφά-
νωται ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου vv ὅπως ἂ-
65 ν οὖν φαίνηται καὶ ὁ δῆμος τιμῶν τοὺς ἀγαθοὺς
ἄνδρας καὶ ἀξίους μνήμης, vv ἀγαθεῖ τύχει δεδό-
χθαι τεῖ βουλεῖ, v τοὺς προέδρους οἵτινες ἂν λά-
χωσιν προεδρεύειν ἐν τῶι δήμωι, ὅταν αἱ ἡμέραι
αἱ ἐκ τοῦ νόμου ἐξήκωσιν, χρηματίσαι περὶ τού-
70 των γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν
δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ, vv ἐπαινέσαι Φαῖδρο-
ν Θυμοχάρου Σφήττιον καὶ στεφανῶσαι αὐτὸν
χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκ-
[α] καὶ εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τ-
75 ὸν Ἀθηναίων· v καὶ ἀναγορεῦσαι τὸν στέφανον Δι-
ονυσίων τῶν μεγάλων τραγωιδῶν τῶι ἀγῶνι τῶι
καινῶι v καὶ Παναθηναίων τῶν μεγάλων τῶι γυ-
μνικῶι ἀγῶνι, v τῆς δὲ ποήσεως τοῦ στεφάνου
καὶ τῆς ἀναγορεύσεως ἐπιμεληθῆναι τὸν ἐπὶ
80 τεῖ διοικήσει. v στῆσαι δὲ αὐτοῦ τὸν δῆμον καὶ
εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ εἶναι αὐτῶι σίτ-
ησιν ἐμ πρυτανείωι καὶ ἐκγόνων τῶι πρεσβυτ-
άτωι ἀεὶ καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν
οἷς ἡ πόλις τίθησιν· χειροτονῆσαι δὲ τὸν δῆ-
85 μον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων οἵτινες
ἐπιμελήσονται τῆς τε ποήσεως τῆς εἰκόνος
καὶ τῆς ἀναθέσεως. ἀναγράψαι δὲ τόδε τὸ ψήφι-
σμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν σ-
[τ]ήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα,
90 εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τ-
ὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα.
Λύανδρος Λυσιάδου Ἀναφλύστιος εἶπεν· ἀγα-
[θ]εῖ τύχει δεδόχθαι τῶι δήμωι, v τὰ μὲν ἄλλα
[πά]ντα πράττειν περὶ τῆς δωρεᾶς ἧς εἴτηκεν
95 Φαῖδρος κατὰ τὸ πρότερον ψήφισμα ὃ Λύανδρο-
ς εἶπεν, τοὺς δὲ θεσμοθέτας εἰσαγαγεῖν αὐτ-
ῶι τὴν δοκιμασίαν τῆς δωρεᾶς εἰς τὸ δικαστ-
ήριον κατὰ τὸν νόμον. vv ἐπὶ τὴν ἀνάθεσιν τῆ-
ς εἰκόνος οἵδε κεχειροτόνηνται· v Θυμοχάρ-
100 ης Σφήττιος, v Μένων Ἀχαρνεύς, v Στράτων
Σφήττιος.
101a                   in corona:
102                    ἡ βουλὴ
                   ὁ δῆμος
Search Help