[ ] Att. — Rhamnous — 262/1-256/5 BC
cr 1 in corona:
1 οἱ ἰσοτελεῖς
τὸν στρατηγὸν
Ἀπολλόδωρον
Ἀπολλοδώρου
5 Ὀτρυνέα.
5a                                       in corona:
cr 2.6                                     [οἱ ἰ]σοτελε[ῖς]
                                    [τ]ὸν ἐπιμελητ[ὴν]
                                    [Ἔ]νδιο[ν]
                                     Αἰσχέου
10                                      Αἰθαλίδην.
6 [ἔδοξεν τῶν ἰσο]τελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι, Τείσανδρος εἶπεν· ἐπει-
[δὴ Ἀπολλόδωρος κ]ατασταθεὶς στρατηγὸς ὑπό τε τοῦ βασιλέως Ἀντιγόνου καὶ
[ὑπὸ τοῦ δήμου], χειροτονηθεὶς ἐπὶ τὴν χώραν τὴν παραλίαν τὸν ἐνιαυτὸν τὸν
[ἐπὶ ․․․c.9․․․] ἄρχοντος, ἐπιμεμέληται καλῶς καὶ συμφερόντως τῆς τε ἄλ-
10 [λης φρουρᾶς] καὶ τῶν ἰσοτελῶν, ὅπως ἂν ὡς δικαιότατα καὶ τὸ ἴσον ἕκαστος
[λαμβάνωσιν· ἐπε]μελήθη δὲ καὶ τῆς δοκιμασίας ὑπὲρ τῆς ἰσοτελείας, ὅπως
[ἂν ὡς τάχιστα] ἐπικυρωθε[ῖ] τοῖς ἐγ Ῥαμνοῦντος ἡ δωρεὰ ἀκολούθως τῆι τοῦ
[βασιλέως προ]αιρέσει· διατελεῖ δὲ καὶ εἰς τὰ ἄλλα χρείας παρεχόμενος καὶ κοι-
[νῆι καὶ ἰδίαι ἑ]κ̣άστωι· ὅπως ἂν οὖν εἰδῶσιν πάντες, ὅτι καὶ οἱ ἰσοτελεῖς τοὺς φιλο-
15 τιμ[ουμέν]ους εἴς τε τὸμ βασιλέα Ἀντίγονον καὶ εἰς ἑαυτοὺς τιμῶσιν· ἀγαθῆι
τύχηι· δεδόχθαι τῶν ἰσοτελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι· ἐπαινέσαι τὸν
στ[ρα]τηγὸ[ν] Ἀπολλόδωρον Ἀπολλοδώρου Ὀτρυνέα καὶ στεφανῶσαι αὐτὸν χρυσῶι
στε[φ]άνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἴς τε τὸν βασι-
λέα Ἀντίγονον καὶ τῆς εἰς ἑαυτοὺς καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ
20 [τόδ]ε τὸ ψήφισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Διονύσου· ἑλέ-
[σθαι δὲ ἤ]δη ἐξ ἑαυτῶν ἄνδρας τρεῖς, οἵτινες ἐπιμελήσονται τῆς τε ἀναγρα-
[φῆς τοῦ ψ]ηφίσματος καὶ τῆς ποιήσεως τῆς στήλης· ἐπαινέσαι δὲ καὶ τὸν ἐπι-
[μελητὴν τὸν] κατασταθέντα ὑπὸ τοῦ στρατηγοῦ Ἀπολλοδώρου Ἔνδιον Αἰσχέο[υ]
[Αἰθαλίδην καὶ στεφανῶσαι] αὐτὸν θαλλοῦ στεφάνωι δικαιοσύνης ἕνεκα καὶ εὐ-
25 [νοίας· ἐπαινέσαι δὲ καὶ τὸν πυ]λωρὸν Ὀφέλαν Ὠφελίωνος ἰσοτελῆ καὶ στεφαν[ῶ]-
[σαι αὐτὸν θαλλοῦ στεφάν]ωι.
οἵδε εἱρέθησαν· Τείσανδρος, Ἱπποκλ— —
Search Help