[ ]
Att. — Rhamnous — 262/1-256/5 BC
cr 1 | in corona: |
1 | οἱ ἰσοτελεῖς |
τὸν στρατηγὸν | |
Ἀπολλόδωρον | |
Ἀπολλοδώρου | |
5 | Ὀτρυνέα. |
5a | in corona: |
cr 2.6 | [οἱ ἰ]σοτελε[ῖς] |
[τ]ὸν ἐπιμελητ[ὴν] | |
[Ἔ]νδιο[ν] | |
Αἰσχέου | |
10 | Αἰθαλίδην. |
6 | [ἔδοξεν τῶν ἰσο]τελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι, Τείσανδρος εἶπεν· ἐπει- |
[δὴ Ἀπολλόδωρος κ]ατασταθεὶς στρατηγὸς ὑπό τε τοῦ βασιλέως Ἀντιγόνου καὶ | |
[ὑπὸ τοῦ δήμου], χειροτονηθεὶς ἐπὶ τὴν χώραν τὴν παραλίαν τὸν ἐνιαυτὸν τὸν | |
[ἐπὶ ․․․c.9․․․] ἄρχοντος, ἐπιμεμέληται καλῶς καὶ συμφερόντως τῆς τε ἄλ- | |
10 | [λης φρουρᾶς] καὶ τῶν ἰσοτελῶν, ὅπως ἂν ὡς δικαιότατα καὶ τὸ ἴσον ἕκαστος |
[λαμβάνωσιν· ἐπε]μελήθη δὲ καὶ τῆς δοκιμασίας ὑπὲρ τῆς ἰσοτελείας, ὅπως | |
[ἂν ὡς τάχιστα] ἐπικυρωθε[ῖ] τοῖς ἐγ Ῥαμνοῦντος ἡ δωρεὰ ἀκολούθως τῆι τοῦ | |
[βασιλέως προ]αιρέσει· διατελεῖ δὲ καὶ εἰς τὰ ἄλλα χρείας παρεχόμενος καὶ κοι- | |
[νῆι καὶ ἰδίαι ἑ]κ̣άστωι· ὅπως ἂν οὖν εἰδῶσιν πάντες, ὅτι καὶ οἱ ἰσοτελεῖς τοὺς φιλο- | |
15 | τιμ[ουμέν]ους εἴς τε τὸμ βασιλέα Ἀντίγονον καὶ εἰς ἑαυτοὺς τιμῶσιν· ἀγαθῆι |
τύχηι· δεδόχθαι τῶν ἰσοτελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι· ἐπαινέσαι τὸν | |
στ[ρα]τηγὸ[ν] Ἀπολλόδωρον Ἀπολλοδώρου Ὀτρυνέα καὶ στεφανῶσαι αὐτὸν χρυσῶι | |
στε[φ]άνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἴς τε τὸν βασι- | |
λέα Ἀντίγονον καὶ τῆς εἰς ἑαυτοὺς καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ | |
20 | [τόδ]ε τὸ ψήφισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Διονύσου· ἑλέ- |
[σθαι δὲ ἤ]δη ἐξ ἑαυτῶν ἄνδρας τρεῖς, οἵτινες ἐπιμελήσονται τῆς τε ἀναγρα- | |
[φῆς τοῦ ψ]ηφίσματος καὶ τῆς ποιήσεως τῆς στήλης· ἐπαινέσαι δὲ καὶ τὸν ἐπι- | |
[μελητὴν τὸν] κατασταθέντα ὑπὸ τοῦ στρατηγοῦ Ἀπολλοδώρου Ἔνδιον Αἰσχέο[υ] | |
[Αἰθαλίδην καὶ στεφανῶσαι] αὐτὸν θαλλοῦ στεφάνωι δικαιοσύνης ἕνεκα καὶ εὐ- | |
25 | [νοίας· ἐπαινέσαι δὲ καὶ τὸν πυ]λωρὸν Ὀφέλαν Ὠφελίωνος ἰσοτελῆ καὶ στεφαν[ῶ]- |
[σαι αὐτὸν θαλλοῦ στεφάν]ωι. | |
οἵδε εἱρέθησαν· Τείσανδρος, Ἱπποκλ— — |