[ ]
Att. — Athens — stoich. 21 — ca. 330 BC
1 | θεοί. |
ἔδοξεν τεῖ Ἀντιοχίδι φυλ- | |
εῖ τῶν ἱππέων, Μόσχος Ἀντι- | |
φάνους Ἀναφλύστιος εἶπε- | |
5 | ν· ἐπειδὴ Δημήτριος ὁ φύλα- |
[ρχ]ος καλῶς καὶ] φιλοτίμως | |
[ἐπ]εμελήθη τῆς Ἀντιοχίδο- | |
ς φυλῆς τῶν ἱππέων, ἐψηφί[σ]- | |
[θ]αι [τεῖ] φυλεῖ ἐπαινέσαι Δ]- | |
10 | η[μήτ]ρ[ιο]ν ․․․․φάνους Ἀλω- |
πεκῆθεν ἀ[ρ]ε[τ]ῆς ἕνεκα καὶ | |
[φιλοτιμίας τῆς] ε[ἰς τὴν Ἀν]- | |
[τιοχίδ]α̣ φυλήν, καὶ στεφανῶ- | |
[σαι αὐ]τὸν χρυσῶι στεφάνω- | |
15 | [ι ἀπὸ ․] δραχμῶν· ἑλέσθαι δὲ |
[τρεῖ]ς ἄνδρας, οἵτινες πρ[ο]- | |
[σίασ]ιν πρὸς τὴν Ἀντιοχί[δ]- | |
[α] φυλήν, ὅταν ἀγοράζει, κα[ὶ] | |
[ἀ]ξ[ι]ώσουσιν αὐτοὺς ψηφίσ- | |
20 | ασθαι, ὅπως ἀναγραφεῖ τ- |
όδε τὸ ψήφισμα ἐν στήλει λ- | |
ιθίνει καὶ σταθεῖ ἐν τῶι ἱ- | |
ερῶι τοῦ Ἀντιόχου. |