[ ]
Att. — Salamis — mid-3rd c. BC
1 | θεο[ί]. |
ἐπὶ Θερσιλόχου ἄρχοντος, Σκιροφοριῶνος δευτέραι ἱσ- | |
ταμένου, κυρίαι ἀγορᾶι· Νικίας εἶπεν· ἐπειδὴ οἱ ἐπιμελη- | |
ταὶ οἱ κατασταθέντες ὑπὸ τοῦ κοινοῦ καλῶς καὶ φιλοτί- | |
5 | μως ἐπεμελήθησαν τῶν τε θυσιῶν τοῖς θεοῖς καὶ τῶν ἄλ- |
λων ἁπάντων τῶν περὶ τὸ κοινὸν καὶ τοὺς λόγους ἀπέδω- | |
καν τῶν ἀνηλωμένων, ἀγαθῆι τύχηι· δεδόχθαι τοῖς θια- | |
σώταις ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι ἕκαστον αὐ- | |
τῶν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ∶ | |
10 | Ῥύθμον ἐπιμελητήν, Ὀνήσιμον ἐπιμελητήν, Ὠφελίωνα ἐπι- |
μελητήν, ταμίαν Δόκιμον, γραμματέα Στρατοκλῆν, Ἐλευσί- | |
νιον ἱερέα. | |
in coronis : | |
Ῥύθμον Ὀνήσιμον Ὠφελίωνα | |
Δόκιμον Στρατοκλῆν |