[ ] Att. — Peiraieus — ca. 257 BC
1 ἐπὶ Κυδήνορος ἄρχοντος, Ἀνθεστηριῶνος τρίτει ἱσταμένου,
κυρίαι ἀγορᾶι, Βάτραχος εἶπεν· ἐπειδὴ τῶν θιασωτῶν κατ’ ἐνιαυτὸν
οἱ καθιστάμενοι εἰς τὰς ἐπιμελείας καλῶς καὶ φιλοτίμως ἐπιμε-
μέληνται τῶν τε θυσιῶν, ὡς αὐτοῖς πάτριόν ἐστιν, καὶ τῶν ἄλλων
5 ὅσων αὐτοῖς ὁ νόμος προστάττει καὶ τοὺς λόγους ἀποδεδώκα-
σι, δεδόχθαι τῶι κοινῶι ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι καὶ ἀ-
ναγράψαι κατ’ ἐνιαυτὸν ἑκάστην τὴν ἐπιμέλειαν ἀπὸ Πολυεύκτου
ἄρχοντος μέχρι Θεοφήμου· ἑλέσθαι δὲ τρεῖς ἄνδρας, οἵτινες λα-
βόντες τὸ ἐξαιρεθὲν ἀργύριον ἀναθήσουσι εἰς τὸ ἱερὸν στήλη[ν]
10 καὶ ἀναγράψουσι τό τε ψήφισμα καὶ τοὺς ἐστεφανωμέν[ους]
κατ’ ὄνομα ἕκαστον· οἱ δὲ αἱρεθέντες λόγον ἀποδότωσαν το[ῦ]
ἐξαιρεθέντος ἀργυρίου εἰς τὸ ἀνάθημα. οἵδε εἱρέθησαν·
Βάτραχος, Δόκιμος, Κράτης.
col. I.14 ἐπὶ Πολυεύκτου ἄρχοντος ἐπιμεληταί·
15          ramus oleagineus
Εὐτυχίδης, Θάλλος.
γραμματεύς· Βάτραχος.
ταμίας· Κτήσιππος.
         ramus oleagineus
ἐπὶ Ἱέρωνος ἐπιμεληταί·
Διότιμος, Δημήτριος, Πύρρος.
20 γραμματεύς· Ἀρχέπολις.
ταμίας· Βάτραχος.
         ramus oleagineus
ἐπὶ Διομέδοντος ἐ̣[πιμεληταί]·
Ξένων, Ἀμφίπ[ολις?],
Θάλλος, Α#⁷#⁷ — — —
25 γραμμα[τεύς· — — —]
col. II.14 ἐπὶ Κυδήνορος ἐπιμεληταί·
15      ramus oleagineus
Τίβειος, Ἀρτέμων, Θάλλος.
γραμματεύς· Ἀρχέπολις.
ταμίας· Κράτης.
ἐπ’ Εὐρυκλείδου·
γραμματεύς· Β[άτραχος].
20 ταμίας· Κρ[άτης].
      vacat
Search Help
Contact Us