[ ]
Mys.: Olympene — Hadrianoi pros Olympon (Orhaneli) — IK 18,517 = IK 33,80
1 | [ — — — — — — — π]αίδων ἀώρ[ων — — — — — — — — — ] |
[καὶ θ]ρῆνος γονέων ἀπαρήγορον ἐνθάδ’ [ἀθρ]ήσας· | |
γνῶθι τέλος βιότου· διὸ παῖζε τρυφῶν ἐπὶ κόσμῳ, | |
πρὶν σῶν παίδων πένθος τοῖον ἀθρῆσαι ἐπὶ τύμβοις· | |
5 | τίς ἡμετέρων γονέων παρήγορος ἔσται ἐνὶ οἴκῳ |
ἢ θρῆνος παύσει πολυώδυνον ἐν βιότοιο; | |
τίνα χερσὶ<ν π>ατὴ<ρ> ἢ περιπτύξεται ἢ τίνα κλαύσει; | |
Μηνόφιλον θρηνεῖ· Τερτύλλαν παρήγορον ἕξει; | |
ἢ Μαιάδιν τὸν ἄριστον; πλείω πένθος ὤπασε τούτοις· | |
10 | πάνγεος καὶ δῆμος ἡμετέρους γονεῖς στονάχη[σεν], |
τοὺς πολύπαιδας ἄπαιδας ἐν στέρνοις ἰὸν ἔχοντας, | |
ὧν βίος ἠμαύρωται παίδων χάριν ὧν τέκον αὐτοί· | |
καὶ θρῆνος βαρύδουπον ἔχει πατὴρ Εἱλάσιος οἴκοις | |
σὺν φιλίῃ συνεύνῳ, ἡμετέρῃ μητρὶ Σωφρονίῃ· | |
15 | λείψατε νῦν θρήνους, γόους, στοναχάς, ἱκνούμεθα νε[κροί], |
καὶ σκέπ[τεσθε κε]νοῖς Μαιαδίου λείψανον οἴκ[οις], | |
τεχθεῖσαν Πρισκιανὴν πενταμηνιαῖον κατ[αθήκην]. |